Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.336
Not analysed yet
τοῖς ἤθεσιν, ἁπαλωτέρα δέ. πῇ μὲν γὰρ ἀποτείνεται πρὸς τὸν βασιλέα, πῇ δὲ στρέφεται πρὸς τὸν λαόν. καὶ νῦν μὲν ὀνειδίζει τοῖς Ἕλλησι τὸ μὴ θέλειν τὴν τοῦ βασιλέως τιμήν, ἀλλὰ σπεύδειν φυγεῖν ἀγεννῶς· νῦν δὲ παραμυθεῖται καὶ οἷον ὑπεραπολογεῖται αὐτῶν ὡς μὴ φύσει ἀγεννῶς ἐχόντων, ἀλλὰ κεκμηκότων τῷ πολυετεῖ τοῦ πολέμου. καὶ οὕτω ταλαντεύσας ἐν ἰσότητι τὰ νοήματα καὶ οἱονεὶ δείξας τοὺς Ἀχαιοὺς οὔτε ἐπαινετοὺς οὔτ' αὖ πάλιν ψεκτούς, εἴπερ νόστου μέμνηνται, ὕστερον ἐπάγει παράκλησιν καὶ ἀξιοῖ μένειν, ὡς ἤδη παρὰ βραχὺ ἐλθόντας τοῦ Τροίαν ἑλεῖν κατὰ τοὺς παλαιοὺς χρησμούς, οἷς οὐδ' αὐτοὶ ἔχουσιν ἀντειπεῖν. καὶ οὕτω μὲν Ὀδυσσεὺς δημοχαριστικώτερον. Ὁ δὲ Νέστωρ καταφορικῶς τὸν λόγον ἐν τοῖς ἑξῆς μεταχειριζόμενος καὶ ὑψηλότερον τήν τε τοῦ Ὀδυσσέως δημηγορίαν μέμφεται καὶ πολλὰ τῶν ἐκείνου νοημάτων ἐπανορθοῖ, ὡς δειχθήσεται, καὶ τοὺς Ἕλληνας κολακεύειν οὐκ ἀνέχεται, ἀλλὰ καὶ ἀσεβείας αὐτοὺς γράφεται, ὡς ἐπιόρκους καὶ παρασπόνδους, καὶ ἀναγκαίως αὐτοὺς ἀπαιτεῖ πολεμεῖν καὶ τὸν βασιλέα θυμὸν δίκαιον κατ' αὐτῶν ἀναλαβέσθαι κελεύει, ἐὰν μὴ πείθοιντο, καὶ θάνατον ἀπειλεῖται τῷ λειποτακτοῦντι, καὶ ὅπως δεῖ ἐκτάξαι τὸν πόλεμον, ὑποτίθεται. καὶ ὅλως ἡ μὲν τοῦ Ὀδυσσέως δημηγορία φιλόδημος μᾶλλόν ἐστι καὶ δημοτικωτέρα καὶ πραϋντικὴ τοῦ πλήθους, ὅθεν καὶ δημοχαριστὴς εἶναι δοκεῖ Ὀδυσσεύς· ἡ δὲ τοῦ Νέστορος ἀρχικὴ καὶ παρρησιαστικὴ τὸ πᾶν ἐπιτρέπουσα τῷ βασιλεῖ. διὸ καὶ τὸν μὲν Ὀδυσσέα οἱ Ἀχαιοὶ ἐπαινοῦσιν ὡς αὐτοῖς τὰ πολλὰ χαρισάμενον, ὁ δὲ βασιλεὺς ὡς φιλοβασιλέα τὸν Νέστορα. Ἔνθα καὶ θαυμάσῃ ἄν τις εἰκότως τὸν ποιητήν, ὅπως τῶν ἐπὶ τῇ ὑποθέσει ταύτῃ νοημάτων, ὅσα μὲν ἱλαρὰ τῷ δήμῳ καὶ ἠρέμα σεμνά, τῷ Ὀδυσσεῖ ἀνατέθεικεν ὡς ὑφειμένῳ πρὸς τὸν Νέστορα· ὅσα δὲ ὑψηλότατα καὶ βασιλεῖ μὲν ἡδέα, τῷ δὲ δήμῳ σφοδρά, τὰ τοιαῦτα τῷ μεγάλῳ ῥήτορι ᾠκείωσε τῷ Νέστορι· ὥστε δύο τούτων ὄντων ῥητόρων τοῖς Ἕλλησι, τὸν μὲν Ὀδυσσέα καλὸν εἶναι, ἄριστον δὲ τὸν Νέστορα, ὅσγε καὶ πολλὰ τῶν τοῦ Ὀδυσσέως νοημάτων, ὡς εἴρηται, διορθώσεται ἐπισκευάζων καὶ ἐκ ταπεινοῦ ἀνάγων εἰς τὸ σεμνότερον, καθὰ δειχθήσεται, Ὁμήρου κἀνταῦθα φιλοτίμως δεικνύντος, ὡς τὸ αὐτὸ νόημα οὕτω μὲν ῥηθὲν οὐ πάνυ καλὸν ἔσται, οὕτω δὲ λεχθὲν ἔσται ἄριστον. Ἰστέον δὲ καὶ ὅτι τὸ συμβουλευτικὸν τῆς ῥητορικῆς εἶδος τὸ ἐκ προτροπῆς καὶ ἀποτροπῆς, ὡς καὶ ἐν τῇ αʹ, οὕτω καὶ ἐνταῦθα ἐκφανέστατα ὁ ποιητὴς ἐνδείκνυται ἐν οἷς ὁ Ὀδυσσεὺς καὶ ὁ Νέστωρ συμβουλεύουσι. δείκνυσι δὲ καὶ τὸ δικανικὸν εἰδέναι τὸ ἐκ κατηγορίας καὶ ἀπολογίας, ἐν οἷς λέγει ὅτι δύο ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς, περὶ φόνου δικαζόμενοι. τοῦ δὲ πανηγυρικοῦ, ὅπερ ἐξ ἐγκωμίου καὶ ψόγου σύγκειται, μυρία καὶ αὐτοῦ μάλιστα παρὰ τῷ ποιητῇ κεῖνται παραδείγματα, [ὅσγε, καθὸ ποιητής, τῷ πανηγυρικῷ ὑποκρέκει τῆς ῥητορικῆς εἴδει καὶ κατ' αὐτὸ εὐδοκιμεῖ μάλιστα, εἰ καὶ ἄλλως τοῖς ὅλοις ῥητορικοῖς ἡδύσμασιν ἐξαρτύεται