Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.337
Not analysed yet
κατ' ἐπιστήμην ἄκραν.] Ἰστέον δὲ καὶ ὅτι ἐξ ἀρχῆς μὲν ὁ Ὀδυσσεύς οὐ προσφθέγγεται τοὺς Ἕλληνας, ἀλλὰ τὸν βασιλέα λέγων· «Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι [μερόπεσσι] βροτοῖσιν, οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥν περ ὑπέσταν ἐνθάδ' ἔτι στείχοντες ἀπ' Ἄργεος ἱπποβότοιο», ὅπερ ἐστὶ τὸ τὴν Ἴλιον ἐκπέρσαντα ἀπονέεσθαι. εἶτα λέγει καί, ὅτι «ὡς ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέεσθαι». Ποιεῖ δὲ ὁ Ὀδυσσεὺς τοῦτο καὶ οὐ πρὸς τοὺς Ἕλληνας τοιαῦτα λαλεῖ λεαίνων τεχνικῶς τὸν λόγον καὶ τὸ πάνυ πικρὸν ἀφαιρῶν· ἐλύπει γὰρ τοὺς Ἕλληνας, εἰ πρὸς ἐκείνους αὐτοὺς ἀπέτεινεν, ὅτι θέλετε τὸν βασιλέα ἐλέγχιστον θεῖναι. ἐκωμῴδει δὲ καὶ ὅτι ὡς γυναῖκες ὀδύρεσθε. νῦν δὲ πρὸς τὸν βασιλέα ταῦτα λέγων αὐτόν τε θεραπεύει, ὡς οἷον συναχθόμενος τῷ βασιλεῖ ἐπὶ τῇ τῶν Ἑλλήνων φυγῇ, καὶ οὐδὲ τοὺς Ἕλληνας τοσαῦτα λυπεῖ, ἅμα δὲ καὶ ἐμφαίνει, ὅτι θέλοντος τοῦ βασιλέως κατέσχεν αὐτοὺς μὴ ἀποπλεῦσαι. εἶτα τὴν ἐπιτίμησιν ταύτην τὴν κατὰ τῶν Ἑλλήνων λεάνας τῇ συγγνώμῃ ἐν τῷ εἰπεῖν μηδὲν καινὸν αὐτοὺς πάσχειν, εἰ μετὰ πολυετῆ πόνον νόστου ἐφίενται, τότε δὴ στρέφει τὸν λόγον καὶ πρὸς αὐτοὺς καὶ «τλῆτε φίλοι» λέγει καὶ τὰ ἑξῆς· λεῖον καὶ οὕτω ποιῶν τὸν λόγον καὶ τὸ ἁπαλὸν συναναμιγνὺς τῷ σκληρῷ ἐν τῷ λέγειν αὐτοὺς φίλους καὶ παρακαλεῖν τλῆναι. (v. 284) Ἰστέον δὲ ὅτι τὸ «ἐθέλουσιν Ἀχαιοί» ψόγον τινὰ ἔχει τῶν Ἑλλήνων, ὡς ἁπλῶς οὕτω θελόντων ἐλέγχιστον θεῖναι τὸν βασιλέα, οὐ μὴν εὐλόγως καὶ μετὰ προαιρέσεως ἀγαθῆς. καὶ ἄλλως δὲ καὶ ὡς ἐναντιουμένων τῷ βασιλεῖ, εἴπερ θέλουσιν, ὅπερ οὐ θέλει ὁ βασιλεύς. (v. 285) Τὸ δέ «πᾶσι βροτοῖς» αὔξησίς ἐστι τοῦ κακοῦ. οὐ γὰρ τοῖς Ἕλλησιν ἐλέγχιστον θήσουσι τὸν βασιλέα οὐδὲ τοῖς Τρωσὶ μόνοις, ἀλλὰ πᾶσι βροτοῖς, τοῖς τε νῦν δηλαδὴ καὶ τοῖς ἐπιγόνοις. ἐνταῦθα δὲ φανερῶς διαδείκνυσι τὴν ἀπόπειραν· πῶς γὰρ ἂν φεύγειν ἐκείνους προτρέποι ὁ βασιλεύς, ὁ διὰ τοῦτο πᾶσιν ἐσόμενος ἐλέγχιστος; [Ὡς δὲ Αἰολικὸν ὁ βροτός, δηλοῦσιν οἱ παλαιοὶ φάμενοι, ὅτι προστιθέασιν οἱ Αἰολεῖς τὸ βῆτα τῷ ῥῶ, ἡνίκα ἡ ἐφεξῆς συλλαβὴ ἔχει ἢ τὸ κ, οἷον ῥάκος βράκος, ἢ τὸ δ, οἷον ῥόδον βρόδον, ἢ τὸ ζ, οἷον ῥίζα βρίζα, ἢ τὸ τ, οἷον ῥυτήρ βρυτήρ, ὁ χαλινός. οὕτως οὖν καὶ ῥοτός βροτός, ὁ ῥευστὸς ἄνθρωπος. ἔχει δ' ἂν ἴσως ὅμοιον πλεονασμὸν τοῦ β καὶ ὁ αἱματηρὸς βρότος, ὅ ἐστι μολυσμός.] (v. 286) Τὸ δέ «οὔ σοι ἐκτελέουσιν ὑπόσχεσιν» ψεῦδος κατηγορεῖ τῶν Ἑλλήνων, ὅπερ οὐκ ἂν αὐτοὶ ἕλοιντο. Τὸ δέ «ὑπέσταν», ἤγουν ὑπέστησαν, ἀντὶ τοῦ ὑπέσχοντο, ὑπέμειναν. Ἡ δὲ λέξις μετήνεκται ἀπὸ τῶν κιόνων, οἷς βάρη ἐπίκεινται· ὡς γὰρ οὗτοι τοῖς ἐπικειμένοις ὑφίστανται, οὕτω καὶ ὁ ὑποσχόμενος βάρει τινὶ ἑαυτὸν ὑπέθετο. Ἰωνικὴ δὲ καὶ αὕτη λέξις κειμένη καὶ παρ'