Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.338
Not analysed yet
ἄλλοις, ἐν οἷς καὶ Ἡρόδοτος, ὅς πού φησι· «τίς ἄν μοι ὑποστὰς τελέσειεν;» εἰρήσεται δὲ περὶ τῆς τοιαύτης λέξεως καὶ μετ' ὀλίγα, ὅπου περὶ ὑποσχέσεως. ῥῆμα δὲ ἁπλοῦν πρωτότυπον θέμα τοῦ ὑποστῆναι τὸ στέω, ἐξ οὗ, ὡς ἐν τοῖς ἑξῆς που φανήσεται, τὸ στεῦται ἀντὶ τοῦ ὑπισχνεῖται. ὅτι δὲ καὶ ταὐτὸν παρὰ τῷ ποιητῇ ὑπόσχεσις καὶ ὑποστῆναι, εἰρήσεται ὁμοίως καὶ αὐτό· [Ὑποδηλοῖ δὲ τοῦτο κἀνταῦθα ὁ ποιητὴς ἐν τῷ «ὑπόσχεσιν ἥν περ ὑπέσταν». πάντως γὰρ ταὐτὸν ἀκολούθως εἰπεῖν ὑπόσχεσιν ἣν ὑπέστησαν καὶ ὑπόσχεσιν ἣν ὑπέσχοντο.] (v. 287) Ἱππόβοτον δὲ Ἄργος τὴν Πελοπόννησον λέγει. Ἄργος μὲν ἀπὸ τοῦ πανόπτου Ἄργου, ὡς προγέγραπται· ἱππόβοτον δέ, διότι εὐφόρησέ ποτε ἵππων πολλῶν τε καὶ ἀγαθῶν, ὡς αἱ ἱστορίαι δηλοῦσι. [Πρὸς δὲ τὸ ἱππόβοτον σύγκειται καὶ ὁ βούβοτος λειμών.] κατ' αὐτὰ δέ πως καὶ τὸ θερείβοτον συντέθειται, ὃ δηλοῖ τόπον κατὰ τοὺς παλαιοὺς ἔχοντα καὶ ἐν θέρει νομάς. γενικώτερον δὲ τὸ εὔβοτος. (v. 288) Τὸ δὲ ἀπονέεσθαι ταὐτόν ἐστι τῷ ἀπονοστῆσαι. ἀπὸ γὰρ τοῦ νέω τούτου ῥήματος ὁ νόστος γίνεται. οὕτω δὲ καιρία ἡ λέξις ὡς ἐν ποιήσει, ὥστε ἐν τῷ χωρίῳ τούτῳ τετράκις ὁ ποιητὴς αὐτῇ ἐχρήσατο θεὶς αὐτὴν ἀπαρεμφάτως ἐν τέλει στίχων, ὧν οἱ δύο καὶ κάλλος ποιοῦσι συνεχεῖς κείμενοι. φησὶ γάρ· «ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέεσθαι». «ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι». τούτου δὲ τοῦ στίχου ὁ νοῦς μετ' ὀλίγα εἰρήσεται. (v. 289) Παισὶ δὲ καὶ χήραις ἀπεικάζει τοὺς Ἕλληνας ὀνειδίζων αὐτοὺς καὶ κωμῳδῶν διὰ μὲν τῶν γυναικῶν εἰς μικροψυχίαν, διὰ δὲ τῶν παίδων εἰς ἀφερεπονίαν καὶ εἰς μαλακότητα· γυναιξὶ μέν, ἐὰν οὕτω τῶν οἴκοι φροντίζωσι, καθὰ καί τινες οἰκουροὶ γυναῖκες· παισὶ δέ, ἐὰν κάμνειν οὐ βούλωνται· καὶ οὐχ' ἁπλῶς παισίν, ἀλλὰ νεαροῖς, οἳ μικρόν τι τοῦ οἴκου ἀπολειφθέντες νόστου μέμνηνται· καὶ οὐδὲ γυναιξὶν ἁπλῶς, ἀλλὰ χήραις, αἵτινες κηδεμόνα τοῦ οἴκου μὴ ἔχουσαι τάχιον ἐπαναλύειν θέλουσιν, ἐπειδὰν βραχύ τι ἀποδημήσωσι. καὶ ἔστι τοῦτο οἷον παράφρασις τοῦ «Ἀχαιΐδες οὐκέτ' Ἀχαιοί». δῆλον δὲ ὅτι σεμνότερον τοῦτο πάνυ ἐκείνου. ποῦ γὰρ ταὐτὸν γυναῖκας εἰπεῖν τοὺς ἥρωας Ἀχαιούς, ὃ δὴ Θερσίτης ἔσκωψε, καὶ κατὰ γυναῖκας χήρας δακρύειν αὐτούς, τὸ τοῦ Ὀδυσσέως ἀστέϊσμα. (v. 291) Ὅτι πικράνας τοὺς Ἕλληνας ὁ Ὀδυσσεὺς ὀνειδισμοῖς, ὡς προείρηται, ἀνίησιν ὕστερον τὴν ἐπιτίμησιν τῇ συγγνώμῃ καὶ ὑπεραπολογεῖται λέγων ἐπίπονον εἶναι τὸν τοσαετῆ πόλεμον, ὥστε εὐλόγως ἄν τινα ἀνιαθέντα καὶ ἀκηδιάσαντα ἐφίεσθαι τοῦ νόστου. [Ὅτι δὲ ἐκ τοῦ πένω, τοῦ σπουδαίως ἐνεργῶ, καθὰ ὁ πένης, οὕτω καὶ πόνος διχῶς, ἥ τε καματηρὰ