Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.339
Not analysed yet
ἐνέργεια καὶ ἡ ἁπλῶς, ὅθεν καὶ τὸ πονεῖσθαι καὶ γηπόνος καὶ γεωπείνης, οἱ περὶ γῆν πονούμενοι, πρόδηλόν ἐστι. καὶ τοῦτο μὲν τοιοῦτον.] (v. 292—7) Ὀδυσσεὺς δὲ χρᾶται καὶ νοήματι κατασκευαστικῷ τούτου τοιούτῳ, λεγομένῳ πλαστῷ· «καὶ γάρ τίς θ' ἕνα μῆνα μένων ἄπο ἧς ἀλόχου ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα. ἡμῖν δ' εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς ἐνθάδε μιμνόντεσσι. τῷ», ἤγουν διό, «οὐ νεμεσίζομαι Ἀχαιοὺς ἀσχαλάαν». ἔστι δὲ τὸ νόημα ἀπὸ χρόνου μέν, ὡς ἐπιχείρημα· ὡς δὲ ἐργασία, ἐκ τοῦ ὁμοίου καὶ τοῦ μικροτέρου· ἐκ τοῦ μικροτέρου μέν, κατὰ τὸν μῆνα· μικρότερον γάρ τι ὁ μὴν ὁ εἷς τῶν ἐννέα ἐνιαυτῶν· ἐκ τοῦ ὁμοίου δέ, κατὰ τὴν νῆα· σὺν ναυσὶ γὰρ καὶ οἱ Ἕλληνες μένουσιν ἐν τῇ Τροίᾳ. εἶτα πάλιν ἐπανατρέχων εἰς τὸ ἐξ ἀρχῆς καὶ κωλύων τὸν νόστον φησίν· (v. 297 s.) «ἀλλὰ καὶ ἔμπης αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι», οἱονεὶ λέγων ὅτι, εἴπερ ἔδει φυγεῖν, πρὸ τοῦ δεκάτου ἔτους ἔδει τοῦτο ποιῆσαι, ὡς νῦν γε αἴσχους περιποιητικὸν τοῦτο τοῖς Ἀχαιοῖς. (v. 293) Ναῦς δὲ πολύζυγος ἢ ἡ πολύεδρος, ἣν καὶ πολυκλήϊδα λέγει ἀλλαχοῦ, ὡς ζυγοῦ τῆς καθέδρας λεγομένου, ἢ ἡ πολύδεσμος, ὡς ζυγῶν λεγομένων τῶν μεγάλων ξύλων τῶν τοὺς τοίχους δεσμούντων καὶ συναγόντων δίκην ζυγοῦ· τῶν δ' αὐτῶν καὶ κληΐδων λεγομένων, ὡς δίκην κλειδὸς τὰ ἑκατέρωθεν συνεχόντων, ὡς εἶναι οὕτω ταὐτὸν τὴν πολύζυγον νῆα καὶ τὴν πολυκλήϊδα. τὴν δὲ πολύζυγον νῆα ἐν ἄλλοις ἑκατόνζυγον λέγει καὶ χρησιμεύει ἡ λέξις εἰς τὴν ἑκατόμβην ἐν τῇ αʹ ῥαψῳδίᾳ. τὸ μέντοι εὔζυγον ἅρματός ἐστιν ἐπίθετον. [Ἰστέον δὲ ὅτι, καθὰ ἐν τῷ ἑκατόνζυγος καὶ πολύζυγος μετελήφθη ὁ ὡρισμένος ἀριθμὸς εἰς ἀόριστον, οὕτω γίνεται καὶ ἐν τῷ τὸν ὀκτάποδα πολύπουν καλεῖν καὶ τὴν τρίαιναν «πολυγλώχινα σίδηρον».] (v. 294) Τὸ δέ «ἄελλαι εἰλέωσι» τρόπος ἐστὶν ἐτυμολογίας· παρὰ τὸ εἰλεῖν γὰρ ἐτυμολογεῖται ἡ ἄελλα. [Ὀρινομένη δὲ θάλασσα ἡ ταρασσομένη, ὥστε καὶ τὸ θυμὸς ὀρίνεται ἢ ἦτορ κύμανσίν τινα δηλοῖ ταραχώδη.] (v. 295) Τὸ δὲ εἴνατος ἀπὸ τοῦ ἔνατός ἐστι προσλήψει τοῦ ι, ἵνα μὴ ὁ ποὺς εἴη τρίβραχυς· καίτοι δυνατὸν ἦν καὶ ἄλλως ἐκτεῖναι τὴν ἄρχουσαν διπλώσαντα τὸ ἀμετάβολον. ἀλλ' ἔοικε μὴ ποιῆσαι οὕτω, ἵνα μὴ δόξῃ τὸ ἔννατος φύσει ἔχειν τὰ δύο νῦ ὡς ἀπὸ τοῦ ἐννέα, ὅπερ οὐκ ἀρέσκειν δοκεῖ πολλοῖς τῶν παλαιῶν. ὡς γὰρ ἀπὸ τοῦ τέτταρα τέταρτος δι' ἑνὸς ταῦ, οὕτω καὶ ἀπὸ τοῦ ἐννέα ἔνατος δι' ἑνὸς νῦ. καὶ ὁ ποιητὴς οὖν παρακατιὼν ἐν τῷ «ἀτὰρ μήτηρ ἐνάτη ἦν» δι' ἑνὸς νῦ γράφει