Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.340
Not analysed yet
αὐτό. διό τινες καὶ ἀπὸ τοῦ νέατος κατὰ μετάθεσιν ἐτυμολογοῦσιν αὐτό· σχεδὸν γὰρ νέατός ἐστιν, ἤγουν ἔσχατος, ὁ ἔνατος ὡς οἷα παρὰ μονάδα δέκατος ὤν. ἐπεὶ τοίνυν ἀρέσκει τισὶ δι' ἑνὸς ν ἐκφέρεσθαι τὸ ἔνατος, κἂν ἀπὸ τοῦ ἐννέα γίνεται, διὰ τοῦτο δεῆσαν μηκυνθῆναι τὴν ἄρχουσαν φύσει μακρὰν ἐποίησεν αὐτὴν δι' ἐπενθέσεως τοῦ ι καὶ οὐκ ἐδίπλασε τὸ ν, ἵνα μὴ δοκοίη ἐκ πρωτοτυπίας ἔχειν τὴν ἔκτασιν. καὶ οὕτω μὲν ταῦτα κατά τινας. δύναται δὲ καὶ ἄλλως τὸ εἴνατος γενέσθαι ἀπὸ τοῦ ἐννέα ἔννατος τροπῇ τοῦ ν εἰς ι γλώσσῃ Σικελῶν, κατὰ τὸ ἐννεάνυχες εἰνάνυχες, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. [Ἰστέον δὲ ὅτι, καθὰ τὸ τέτταρα καὶ τὸ ἐννέα κινηθέντα ἥπλωσε τὴν διπλόην τοῦ ταῦ καὶ τοῦ νῦ, οὕτω καὶ τὸ μᾶλλον ἐξέβαλε τὸ ἓν λάμβδα ἐν τῷ μάλιστα.] Ἐνιαυτὸς δὲ περιτροπέων ὁ ἤδη ταῖς τροπαῖς ταῖς κατ' αὐτὸν συμπληρούμενος καί, ὡς εἰπεῖν, μέλλων τελειοῦσθαι. [Ὅρα δὲ ὡς τὸ μὲν ἁπλοῦν τρωπῶ μεγεθύνεται, τὸ δὲ περιτροπέω συστέλλει τὴν τρο συλλαβὴν ὡς σύνθετον, καθὰ καὶ τὸ παλιντροπάασθαι.] (v. 296) Τὸ δὲ μιμνόντεσσιν ὀνειδισμὸν ἔχει ἀργίας καὶ δηλοῖ τὸ ἀπράκτους καθῆσθαι· ἄλλως γὰρ ἠδύνατο εἰπεῖν μαρναμένοισιν, ὥς φασιν οἱ παλαιοί. [Ὅρα δὲ κἀνταῦθα ὡς πρὸς βίαν μέτρου στρέφει διαλέκτοις τὴν γλῶτταν ὁ ποιητής· ἀνωτέρω μὲν γὰρ ἕνα μῆνα μένων ἔφη κοινῶς, ἐνταῦθα δὲ μιμνόντεσσιν εἶπεν Ἰωνικῶς ἀντὶ τοῦ μένουσι.] Τὸ δὲ νεμεσίζομαι δηλοῖ μὲν τὸ δικαίως μέμφομαι· εὕρηται δὲ ἐν τοῖς ἑξῆς καὶ νεμεσῶμαι, ὥστε διφορεῖται καὶ αὐτό, καθὰ καὶ τὸ προκαλῶ, προκαλίζω, καὶ [ἕτερα μυρία, ἐν οἷς καὶ τὸ σέβω, σεβίζω.] (v. 298) Τὸ δέ «κενεόν τε νέεσθαι» πολλὰς ὑποβάλλει ἐννοίας. λέγει γὰρ ὅτι αἰσχρόν ἐστι κενόν τινα ὑποχωρῆσαι, ἤγουν μὴ πράξαντα τὸ τέλος, οὗ ἕνεκα ἦλθε, μηδὲ ἐκτετελεκότα, ὅπερ ὑπέσχετο, μηδὲ ἔχοντα λάφυρα, ἵνα ὁ μὲν φιλότιμος αἰσχρὸν ἡγήσηται ἄπρακτος ὑποχωρῆσαι, ὁ δὲ ἀληθὴς αἰδέσηται μὴ ἐκτελέσαι ὑπόσχεσιν ἥνπερ ὑπέστη, ὁ δὲ φιλοχρήματος καὶ φιλοκερδὴς αἰσχυνθείη λαφύρων δίχα ἐπανελθεῖν, ἅπερ εἰς δέλεαρ τῷ κερδαλέῳ ὑποβέβληται. Πλεονασμὸς δέ ἐστι τοῦ ε ἐν τῷ κενεός· ὡς γὰρ κουλός κουλεός, οὕτω κενός κενεός. καὶ τὸ ἀσχαλάᾳ δὲ πλεονασμὸν ἔχει τοῦ α, ὡς καὶ τὸ ὁράᾳ. δῆλον δὲ