Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.341
Not analysed yet
ὅτι ἐν τοῖς τοιούτοις καὶ τὸ ο ἔστιν οὗ πλεονάζει· εὕρηται γὰρ καὶ ὁρόων ὁ βλέπων καὶ ἀσχαλόων ὁ λυπούμενος. καὶ εἴρηται περὶ τῶν τοιούτων ἐν τῇ αʹ ῥαψῳδίᾳ. [Δῆλον δὲ ὅτι τε τοῦ ἀσχαλάαν προϋπάρχει ῥῆμα βαρύτονον τὸ ἀσχάλλειν, ὅ ἐστιν ἄχους ἅλις ἔχειν, καθὰ καὶ τοῦ μηνιᾶν τὸ μηνίειν καὶ τοῦ πιεζεῖν τὸ πιέζειν, καὶ ὅτι ἐκ τοῦ κενεός γίνεται ὁ κενεὼν καὶ ὅτι κατὰ τὸ κενός κενεός, οὕτω καὶ θός θεός καὶ ἕτερα πολλά.] (v. 299—332) Ὅτι μετὰ τὸν βασιλέα στρέφων, ὡς προείρηται, τοὺς λόγους εἰς τὸν δῆμον ὁ Ὀδυσσεὺς καὶ δυσωπῶν οἷον αὐτοὺς καὶ καταμαλάττων λόγοις ἐπὶ πλέον καὶ ἐλπίδα ὑποτείνων τοῦ ἁλώσεσθαι ἂν τὴν Τροίαν «τλῆτε φίλοι», φησί, «καὶ μείνατ' ἐπὶ χρόνον, ὄφρα δαῶμεν, εἰ ἐτεὸν Κάλχας μαντεύεται, ἠὲ καὶ οὐκί». ποῖος Κάλχας; ὃν δηλαδὴ οὐκ ἔστι ψεύσασθαι. εἶτα ἀναμιμνήσκει καὶ ὅπως χθὲς καὶ πρωϊζά, ὅτε ἐς Αὐλίδα αἱ νῆες τῶν Ἀχαιῶν ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι, «ἡμεῖς», φησίν, «ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς ἔρδομεν», ἤγουν ἐθύομεν, «τεληέσσας ἑκατόμβας καλῇ ὑπὸ πλατανίστῳ, ὅθεν», ἢ ὅθι, «ῥέεν ἀγλαὸν ὕδωρ. ἔνθ' ἐφάνη μέγα σῆμα, δράκων ἐπὶ νῶτα δαφοινός, σμερδαλέος, ὃς βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν. ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα, ὄζῳ ἐπ' ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἣ τέκε τέκνα· ἔνθ' ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· τὴν δ' ἐλελιξάμενος πτερύγος λάβεν ἀμφιαχυῖαν. αὐτὰρ ἐπεὶ κατὰ τέκν' ἔφαγε στρουθοῖο καὶ αὐτήν, τὸν μὲν ἀρίζηλον ἔθηκε θεός, ὅσπερ ἔφηνε. λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς. ἡμεῖς δ' ἑσταότες θαυμάζομεν, οἷα ἐτύχθη δεινὰ πέλωρα. Κάλχας δὲ θεοπροπέων ἀγόρευεν», ὅτι «ἡμῖν τόδ' ἔφηνε τέρας μέγα θεός, ὄψιμον, ὀψιτέλεστον, ὅου κλέος οὔ ποτ' ὀλεῖται. ὡς οὗτος κατὰ τέκν' ἔφαγε στρουθοῖο καὶ αὐτήν, ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν, [ἣ τέκε τέκνα,] ὣς ἡμεῖς τοσαῦτ' ἔτεα πτολεμίξομεν αὖθι. τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν». εἶτα ἐνθυμήσας ὅτι ἐκεῖνος μὲν οὕτως ἀγόρευε, τὰ δὴ νῦν πάντα τελεῖται, ἐπάγει ἐναντίως τῷ φεύγωμεν τὴν τοῦ λόγου ἀξίωσιν, ἥτις ἐστὶ τὸ «ἀλλ' ἄγε, μίμνετε αὐτοῦ, εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν». [Καὶ συνετελέσθη τῷ ποιητῇ ἐν μὲν στίχοις πολλοῖς τὸ ἀγορήσασθαι τὸν Ὀδυσσέα ἤγουν δημηγορῆσαι ἀφηγηματικῶς τὰ συντείνοντα εἰς ὅπερ ἔμελλεν ἀξιοῦν· ἐν δὲ δυσὶ καὶ μόνοις ἔπεσιν ἡ ἀξίωσις ἤγουν τὸ μετειπεῖν, ὡς καὶ προσεσημείωται καὶ πανταχοῦ δὲ φαίνεται κατὰ τὸν Πορφύριον. καὶ γίνεται ὡς ἐπὶ πολὺ οὕτως, ἤγουν πλατύνεται μὲν τὸ ἀγορήσασθαι,