Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.342
Not analysed yet
βραχυλογεῖται δὲ τὸ μετειπεῖν.] Καὶ ὅρα ὅπως ἐπιδεξίως ὁ ποιητὴς ἐνταῦθα τὴν τοῦ δράκοντος καὶ τῶν νεοσσῶν ἱστορίαν παρενέβαλεν, ἥτις ἐν ἀρχῇ μὲν τοῦ ἀπόπλου συμβέβηκεν, ἀξία δὲ οὖσα ἱστορηθῆναι παρέρριπται ἐνταυθοῖ. ἔφαμεν γὰρ ἤδη ὅτι, κἂν ἐκ τῆς Ἀχιλλέως μήνιδος ἤρξατο, ἀλλ' οὐδέν τι οὐδὲ τῶν πρὸ τούτου πραχθέντων ἄξιον λόγου παραλείψει, παρενσπερεῖ δὲ αὐτὰ εὐμεθόδως πολλαχοῦ τῆς ποιήσεως. (v. 299) Ἰστέον δὲ ὅτι τὸ «μείνατε ἐπὶ χρόνον» [ἐστὶ μὲν διασαφητικὸν τοῦ τλῆτε,] ἀμφιβόλως δὲ ὑπὸ τοῦ Ὀδυσσέως εἴρηται καὶ ἀορίστως. ἄδηλον γὰρ εἴτε τὸν πολὺν εἴτε τὸν ὀλίγον χρόνον ἐνταῦθά φησιν· ἀορισταίνει γὰρ ἡ λέξις τοῦ χρόνου. καὶ ἔοικε τοῦ βασιλέως νοῆσαί τι σοφώτερον. ὁ μὲν γὰρ τὸ «νῦν γάρ κεν ἕλοις πόλιν» ἐπὶ τῆς αὐτίκα σήμερον ἡμέρας ἐνόησεν. ὁ δὲ Ὀδυσσεὺς χρόνον ἐνταῦθα θεὶς τὸν ἀόριστον μέσως χωρεῖ. χρόνος γὰρ καὶ ἡ σήμερον ἡμέρα καὶ αἱ μετ' αὐτήν. ὅπερ οὖν ὁ ὄνειρος εἶπε, τοῦτο καὶ Ὀδυσσεύς. τὸ γὰρ νῦν ἑλεῖν τὴν Τροίαν καὶ τὸ μεῖναι χρόνον, ἕως ἄστυ Πριάμου ἕλωμεν, τὸ αὐτὸ βούλεται. [Τὸ δὲ δαῶμεν ταὐτὸν τῷ γνῶμεν, μάθωμεν, μετακλιθὲν ἐκ τοῦ ἐδάην πρὸς ὁμοιότητα τοῦ ἐτύφθην, τυφθῶμεν καὶ τῶν ὁμοίων.] (v. 300) Τοῦ δὲ Κάλχαντος αὐτοὺς ἀναμιμνήσκει ψυχαγωγῶν τε τῇ διοσημίᾳ καὶ ἀπὸ τοῦ ἔναγχος εὐδοκιμήσαντος εἰς τὰ κατὰ τὸν λοιμὸν καὶ πιστοῦ εἰς ἀλήθειαν τὸν ὄχλον παραμυθούμενος. [Τὸ δὲ μαντεύεται ἀντὶ παρῳχημένου κεῖται τοῦ ἐμαντεύετο, ὡς δηλοῖ μετ' ὀλίγα καὶ τὸ «θεοπροπέων ἀγόρευε» καὶ «κεῖνός θ' ὣς ἀγόρευε». Τὸ δέ «ἠὲ καὶ οὐκί» ταὐτόν ἐστι τῷ εἴτε καὶ μή.] (v. 303) Τὸ δέ «χθιζά τε καὶ πρωϊζά» ἀντὶ τοῦ χθὲς καὶ πρωΐ καί, ὡς εἰπεῖν, ἔναγχος. συντέμνει δέ, φασί, τοὺς τοσούτους χρόνους εἰς βραχὺ κομιδῇ, ὅπως τὸν προσδοκώμενον μηδὲν εἶναι νομίσωσι, καὶ ἅμα ἐξευτελίζων τὸ καύχημα τῶν Ἑλλήνων, ὡς εἰς μάτην τοὺς τοσούτους χρόνους ἀνυσάντων. Φθάσας μέντοι ἔφη καὶ αὐτὸ τὸ ἀληθές, τὸ πολὺν δηλαδὴ χρόνον ἐνταῦθα πολεμῆσαι αὐτούς, ἐν τῷ «αἰσχρόν τοι δηρόν τε μένειν», ὅπερ καὶ ὁ Νέστωρ ἐρεῖ ἐν τῷ «πολὺν χρόνον ἐνθάδ' ἐόντες». καὶ ἄλλως δέ, ἐν μὲν τῷ ὀνειδισμῷ δηρὸν μένειν αὐτοὺς εἶπεν, ἐν δὲ τῇ παραμυθίᾳ χθιζὰ καὶ πρωϊζὰ φανῆναι τὸ σημεῖόν φησιν ἐπιτέμνων παραμυθητικῶς τὸν καιρόν. [Ἰστέον δὲ ὅτι τε ταὐτὸν τὸ Ὁμηρικῶς χθιζὰ καὶ πρωϊζὰ καὶ ἑνικῶς εἰπεῖν χθιζὸν καὶ πρωϊζόν· καὶ ὅτι καὶ πρῳζὸν δισυλλάβως οἴδασιν οἱ παλαιοὶ ἐν προσγραφῇ τοῦ ι κατὰ συναίρεσιν καὶ ὅτι ἐκ τοῦ πρωΐ παρῆκται καὶ ἡ παρὰ Σελεύκῳ ἱστορουμένη πρῳτερικὴ συκῆ, ἣ φέρει πρώϊον καρπόν· καὶ ὅτι χθιζὸν κατὰ τοὺς παλαιοὺς τὸ χθεσινὸν καὶ τὸ ὑπόγυον.] Ἡ δὲ Αὐλὶς τόπος ἐστὶν ἐκ πλαγίου τῆς Εὐβοίας συνάπτων