Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.343
Not analysed yet
τῷ Ἑλικῶνι ὄρει, οὕτω λεγόμενος παρὰ τὸ αὐτόθι συναχθείσας ἁλισθῆναι ἢ αὐλισθῆναι πρὸ τοῦ εἰς Τροίαν ἀπόπλου τὰς νῆας τῶν Ἀχαιῶν. [(v. 304) Τὸ δέ «κακὰ φέρουσαι» ἀλλοῖόν ἐστι πρὸς τὰς τοῦ Πάριδος νῆας. αὗται μὲν γάρ, ὡς οἷον εἰπεῖν, φερέκακοι· ἐκεῖναι δὲ ἀληθῶς ἀρχέκακοι κατὰ τὸν ποιητήν.] (v. 305) Ἐν δὲ τῷ «ἀμφὶ περὶ κρήνην» αἱ δύο προθέσεις τὴν περὶ τὸν αὐτὸν τόπον συναγωγὴν ὁμοῦ δηλοῦσι παντὸς τοῦ στρατοῦ. [Οἱ δὲ ἱεροὶ βωμοὶ πρὸς διαστολὴν εἴρηνται ἑτεροίων, ὁποῖοι καὶ οἱ τῆς ἁρματοθεσίας καὶ οἱ ἐν Ὀδυσσείᾳ φωτοφανεῖς.] (v. 306) Τοῦ δὲ ἔρδειν προϋπάρχει τὸ ῥέζειν· «ἄλλος δ' ἄλλῳ ἔρεζεν», ἐξ οὗ μεταθέσει καὶ τροπῇ συνήθει τοῦ ζ εἰς δ τὸ ἔρδειν γίνεται. Δωριεῖς δὲ ῥέδδειν τὸ τοιοῦτόν φασιν. (v. 307) Τὴν δὲ πλάτανον, ἤτοι κατὰ παραγωγὴν πλατάνιστον, καλὴν λέγει, ὡς ἂν εἴπῃ τις εὐειδῆ. τοιοῦτον γὰρ τὸ φυτόν, ἄκαρπον μέν, καλὸν δὲ τοῖς σκιατραφουμένοις. διὸ καὶ τὸν Ξέρξην πλάτανος ἔσχεν ἐραστήν, ἣν καὶ κοσμήσας νυμφικῶς ἐνηγλαΐζετο, ὑπὸ ταύτῃ σκιατραφούμενος ὅτε ἦγεν ἐκεχειρίαν, ὅσγε καὶ ἀντίμιμον πλάτανον τῆς ἐρωμένης πλατάνου ἐχρυσοχόησεν, ἵνα συνοδεύουσαν ἔχων ἀναπολῇ τὴν φιλτάτην ἐκείνην, καὶ ὅτε μὴ τὸ στερέμνιον ἔχει, ἀρκοῖτο βλέπων σκιάν. Χαίρει δὲ ὕδασι τὸ φυτὸν καί, ὥς φασιν οἱ παλαιοί, διυδατίζεσθαι θέλει. [διὸ καὶ μεγεθυνομένη διὰ τὸ πλατὺ καὶ ἀνώφορον αὐτῆς πλάτανος λέγεται.] Ἔστι δὲ καὶ ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν· ἃ δὴ καὶ ὁ ποιητὴς εἰδώς, ὅπου τε ἀγλαὸν ὕδωρ ἔρρεε, φυτεύει αὐτὴν καὶ στρουθοὺς αὐτῇ τοὺς αὐτῷ χρησίμους ἐννεοττεύειν ποιεῖ. [(v. 308) Τοῦ δὲ ἐφάνη οὐκ ἔστι καιριωτέραν λέξιν εὑρέσθαι· κεκρυμμένος γὰρ ὁ δράκων ὑπὸ τῷ βωμῷ, εἶτα ἐκεῖθεν ἀΐξας καὶ εἰς τὴν πλάτανον ὀρούσας ἐξεφαάνθη. Δῆλον δὲ ὡς ὁ ῥηθεὶς βωμὸς αἴθριος ἦν αὐτὸς καθ' αὑτὸν καὶ οὐκ ἔσω ναοῦ, ὁποίους πολλοὺς ἐσχεδίαζον τοῖς παροδεύουσιν οἱ παλαιοί. Τὸ δὲ μέγα σῆμα προϊὼν δεινὰ πέλωρα λέγει θεῶν πληθύνας τὸ πρᾶγμα σεμνότερον. Τοῦ δὲ ῥηθέντος «ἐφάνη» διασαφητικὰ καὶ τὸ «ὃν αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε» καὶ τὸ «ἡμῖν τόδ' ἔφηνε τέρας Ζεύς».] (v. 308—20) Τὰ δὲ κατὰ τὸν δράκοντα καὶ τοὺς στρουθοὺς καὶ τὴν πλάτανον ὁ μὲν ποιητὴς οὐκ ἰσχνολογεῖ. ἔθος γὰρ αὐτῷ ἐν