Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.344
Not analysed yet
ταῖς τῶν σημείων λύσεσι τὰ καιριώτερα μόνα ἐπιλέγεσθαι, τὰ δὲ πολλὰ παρεᾶν, ὥσπερ δὴ καὶ ἐνταῦθα ἓν σχεδὸν μόνον σημειοῦται ὁ Κάλχας διὰ τοῦ φανέντος, τὸ ὄψιμον τοῦ πολέμου ἤγουν τὸ μετὰ ἐννέα ἔτη τὰ δαπανηθέντα τῷ δράκοντι, ὅ ἐστι τὰ παροιχόμενα τοῖς Ἕλλησι, τὴν Τροίαν ἁλῶναι, τοῦ λοιποῦ δὲ ἀπρακτῆσαι καὶ ἀκινητίσαι τοὺς Ἕλληνας, ὡς καὶ ὁ δράκων ἤργησε τὰ ἐννέα τέκνα φαγών. Κατὰ δὲ τοὺς παλαιοὺς ὁ δράκων, οὗπερ ἐνταῦθα μέμνηται ὁ ποιητής, ἔτι δὲ καὶ ἡ στρουθὸς καὶ οἱ νεοσσοὶ ταύτης καὶ ἡ τούτων ἀπώλεια καὶ ἡ τοῦ δράκοντος ἀπολίθωσις τοιαύτην τινὰ ἔχουσι διάθεσιν. ὁ μὲν δράκων Ἀθηνᾶς, φασίν, ἱερός, ὡς ἐν τῇ ἄλφα ῥαψῳδίᾳ εἴρηται. διὸ καὶ εἰς τοὺς Ἕλληνας ἐκλαμβάνεται, οἷς ἐπίκουρός ἐστιν ἡ Ἀθηνᾶ. ὅθεν καὶ ὁ Ζεὺς αὐτὸν εἰς φῶς προάγει σύμβολον ὁ ξένιος, εἰς ὃν ὁ Πάρις ἠδίκησεν ἐξ Ἑλλάδος ἁρπάσας τὴν Ἑλένην. καὶ ὁ Κάλχας δέ φησιν· «ὡς ὁ δράκων ἐποίησε τάδε, οὕτω καὶ ἡμεῖς πολεμήσομεν», ὡς εἶναι τὸν δράκοντα ὅπερ οἱ Ἕλληνες. Νοεῖται δὲ καὶ ἄλλως χρησμῳδικῶς ὁ τοιοῦτος δράκων εἰς αὐτὸν τὸν πλοῦν τὸν Ἑλληνικόν· ἕρπουσι γὰρ, ὥσπερ ὁ δράκων, οὕτω δὲ καὶ αἱ νῆες. Ἡ δὲ στρουθὸς ἀνάκειται μὲν τῇ Ἀφροδίτῃ διὰ τὸ πολύγονον, [ἔτι δὲ καὶ θερμὸν εἰς μίξιν· ᾧ δὴ λόγῳ καὶ ἡ περιστερὰ οἰκειοῦται τῇ τοῦ μύθου Ἀφροδίτῃ.] Τίθεται δὲ εἰς τοὺς Τρῶας, οἷς ἡ Ἀφροδίτη ἐπεκούρει, μᾶλλον μὲν οὖν εἰς αὐτὴν τὴν Τροίαν, ὥσπερ καὶ οἱ στρουθοὶ αὐτῆς εἰς τὰς περιοικίδας πόλεις. μάλιστα δὲ χρόνου δηλωτικοὶ νοοῦνται αὐτοί τε οἱ ὀκτὼ νεοσσοὶ καὶ ἡ μήτηρ ἐνάτη οὖσα. πτηνὸν γὰρ ὁ χρόνος καὶ διὰ τοῦτο καὶ τὰ πτηνὰ εἰς σημεῖον χρόνου λαμβάνονται. ἐνιαυτοῦ δὲ σύμβολά εἰσι καὶ οὐκ ἀλλοίου τινός, εὐλόγως ὡς ἐπ' ἀκροτάτῳ ὄζῳ ὄντες. εἰ μὲν γὰρ πρὸς τῇ ἀρχῇ τοῦ ὄζου ἦσαν, τυχὸν ἂν ἡμέρας ἐδήλουν· εἰ δὲ πρὸς τῷ μέσῳ, μῆνας· πρὸς δὲ ἀκροτάτῳ ὄζῳ ὄντες ἐνιαυτῶν εἰσι δηλωτικοί, τοῦ μείζονος μέτρου. Φασὶ γὰρ οἱ παλαιοί, ὅτι τρεῖς εἰσι χρόνοι, δι' ὧν ὁ πᾶς αἰὼν ἀριθμεῖται· ἡμέρα, μήν, ἐνιαυτός. ὧν ἡμέρα μὲν οὐρανοῦ ἐστιν ἀποκατάστασις, ὁ δὲ μὴν σελήνης, ὁ δὲ ἐνιαυτὸς ἡλίου. εἰ μὲν οὖν ἦσαν οἱ νεοσσοὶ ἐν ἀρχῇ τοῦ στελέχους, ἡμέρας ἂν ἐσημειώσατο ὁ μάντις· εἰ δὲ ἐν μέσῳ, μῆνας ἂν εἶπεν. ἐπεὶ δὲ πρὸς τῷ τέλει, ἐνιαυτοὺς λέγει, τὸ τρίτον καὶ μεῖζον καὶ τέλειον. καὶ αὐτὴν δὲ τὴν φωλεὰν ἐν ὑψηλῷ κειμένην σύμβολον εἶναι τῆς Τροίας φασίν,