Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.345
Not analysed yet
ἣν διὰ τὸ ἐφ' ὕψους ἱδρῦσθαι ἠνεμόεσσαν καλεῖ ὁ ποιητής. καὶ τὸ τοὺς στρουθοὺς δὲ πετάλοις ὑποκεῖσθαι ἐπ' ἀκροτάτῳ ὄζῳ τὸ βραχύβιον καὶ ὀλιγοχρόνιον τῶν Τρώων δηλοῖ. ὡς γὰρ ὁ ὑπὸ τοῖς τοιούτοις φύλλοις φωλεὸς οὐκ ἐπὶ πολὺ ἐξαρκέσει, ἀλλὰ συγκαταπεσεῖται τοῖς πετάλοις, οὕτω καὶ ἡ Τροία μετ' οὐ πολὺ κατενεχθήσεται, μετὰ τοὺς ἐννέα δηλαδὴ χρόνους, ὧν εἰσιν, ὡς ἐρρέθη, δηλωτικοὶ οἱ ὀκτὼ νεοσσοὶ σὺν τῇ μητρί. ὁ τοίνυν δράκων ὁ τοῖς Ἕλλησιν οἰκειούμενος διὰ τῆς πλατανίστου ἀνελθὼν τήν τε στρουθὸν καὶ τὰ τέκνα κατέφαγεν, ὅπερ ἐδήλου, ὅτι οἱ Ἀχαιοὶ τῆς τε ἠνεμοέσσης Τροίας καὶ τῶν περὶ αὐτήν, ὧν αὐτὴ μήτηρ οἷά τις ἦν, διὰ ἐνναετοῦς χρόνου περιγενήσονται. τὰ γὰρ πτηνά, ὡς ἐρρέθη, οὐ μόνον ἐνιαυτῶν, ἀλλὰ καὶ πόλεων καὶ περιοίκων εἰσὶ δηλωτικά, καθὰ δηλοῖ τὸ κατεσθίεσθαι αὐτὰ καὶ τὸ ἐλεεινὰ τετριγέναι καὶ τὸ τὴν μητέρα ἀμφιπέτεσθαι ὀδυρομένην καὶ τὸ τὸν δράκοντα ἐλελιξάμενον, ἤτοι στραφέντα, λαβέσθαι αὐτῆς. οὐ γὰρ ἐκ τοῦ εὐθέος, φασίν, ἑάλω ἡ Τροία νόμῳ πολέμου, ἀλλ' ἐμπρήσαντες ἐν ὑστέρῳ τὰς νῆας οἱ Ἕλληνες καὶ πλασάμενοι ἀναχώρησιν, εἶτα δὴ ἐξ ἀναστροφῆς καταχθέντες νυκτὸς εἷλον τὴν Τροίαν. καὶ τούτου σημεῖον ἦν τὸ τὸν δράκοντα ἐλελιχθέντα λαβέσθαι τοῦ στρουθοῦ, ἤτοι τῆς Τροίας, ἥτις οἷα μήτηρ νεοσσῶν πολλῶν ἄλλων πόλεων προεαλωκυιῶν αὐτὴ ἔτι περιῆν. Σῆμα δὲ καὶ τέρας λέγει τὸ κατὰ τὸν δράκοντα, τὸ μὲν ὡς μὴ πάνυ παράδοξον, τὸ δὲ ὡς παρὰ φύσιν. τὸ μὲν γὰρ βωμοῦ ὑπαΐξαι καὶ πάντων βλεπόντων ἀνερπύσαι εἰς τὴν πλατάνιστον καὶ ποιῆσαι, ἃ πεποίηκε, ταῦτα σῆμα ἤτοι σημεῖον ἦν. τὸ δὲ κατελθόντα ὕστερον ἀπολιθωθῆναι, τοῦτο ἦν τεράστιον. οὕτω δέ, φασί, καὶ τὸ μὲν ἐπ' ἀκροτάτῳ ὄζῳ ὑπὸ τοῖς φύλλοις εἶναι τὴν νεοττιὰν σημεῖον ἦν ὡς παρὰ τὸ σύνηθες γεγονός, τέρας δὲ τὸ ὀκτὼ τετοκέναι. ἑπτὰ γάρ φασι τίκτειν τὴν στρουθόν, ὧν τὸ ἓν οὔριον εἶναι. Ἔστι δὲ κατὰ τοὺς παλαιοὺς σημεῖον μὲν τὸ παρὰ τόπον ἢ παρὰ τὸ ὡς ἐπὶ πολὺ γινόμενον, οἷον τὸ σιμβλοποιήσασθαι μελίσσας ἐν οἴκῳ ἢ ἐν χείλεσι βρέφους, οἷον Πινδάρου, ἢ πτηνοὺς μύρμηκας ἐν οἰκίᾳ γενέσθαι ἢ νεοττεῦσαι χελιδόνα πρὸς τῇ κλίνῃ ἢ ἀστράψαι ἢ βροντῆσαι τοιῶσδε οἷον παρὰ καιρόν. ταῦτα γὰρ σπάνια καὶ οὐ συνήθη. τέρας δὲ τὸ παντελῶς παρὰ φύσιν, ὁποία καὶ ἡ τοῦ δράκοντος ἀπολίθωσις, ἥτις ἐδήλου τὸ δυσδιεξόδευτον τοῦ ἀγῶνος καὶ οὐ ταχὺ τελεσθησόμενον, ἀλλὰ κατὰ τὸν λόγον τοῦ Κάλχαντος ὀψιτέλεστον, ἢ καὶ τὴν τοῦ πολέμου σκληρότητα ἢ τὴν μετὰ ταῦτα ἀπραξίαν καὶ ἀργίαν τοῦ ἐκ Τρώων πολέμου