Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.346
Not analysed yet
εἰς ἄμυναν· ἀβοήθητοι γὰρ μεμενήκασιν οἱ Τρῶες καὶ οὐδεμία τις αὐτοῖς, ἐφ' οἷς ἔπαθον, γέγονεν ἄμυνα· ἢ καὶ τὸ ἔνδοξον καὶ ἀειφανὲς τοῦ πολέμου ἐσήμαινε καὶ τὸ τῆς εὐκλείας ἀμετακίνητον καὶ μόνιμον καὶ πρόοπτον—διὸ καὶ ὁ Κάλχας ἔφη· «οὗ κλέος οὔ ποτε ὀλεῖται»—ἢ τὴν ἁπλῶς μετὰ ἐννέα ἔτη ἅλωσιν τῆς Ἰλίου καὶ ἡσυχίαν καὶ κατάπαυσιν τοῦ πολέμου· ἐννέα γάρ, φησίν, ἔτη πολεμήσομεν, τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν· ἢ καὶ ὅτι ἀκερδὲς τοῖς Ἕλλησι τὸ τοῦ πολέμου τέλος ἔσται· αὐτοὶ γὰρ ἦσαν ὁ δράκων· δηλοῦσι γὰρ αἱ ἱστορίαι παντελῶς ἀκερδὲς γενέσθαι τὸ τοῦ πολέμου πέρας τοῖς Ἕλλησιν, ὅθεν καὶ διὰ τὸ πένεσθαι εἰς λῃστείαν αὐτοὺς τραπῆναι κατὰ τὴν ἐπάνοδον καὶ πλανᾶσθαι ἄλλους ἀλλαχοῦ πειρατεύοντας καὶ πολλαχοῦ διασπαρῆναι καὶ καταμεῖναι μέχρι τέλους, πολλοὺς δὲ καὶ ἀπολέσθαι. ἔοικε δὲ καὶ δράκοντα, ὡς εἰκός, τηνικαῦτα ἐκ λίθου ὑπὸ τῶν Ἑλλήνων γλυφῆναι ἢ τῶν μετ' αὐτοὺς εἰς μνήμην τοῦ τότε συμβεβηκότος καὶ ἐκκεῖσθαι πᾶσιν εἰς θέαν καὶ λόγον περιφέρεσθαι τοῦτον ἐκεῖνον εἶναι τὸν καταφαγόντα ποτὲ τοὺς στρουθοὺς καὶ τὴν μητέρα, οὗ δὴ καὶ τὸν Κάλχαντα πεποίηκε μεμνημένον ἐνταῦθα ὁ ποιητὴς οἷα τῇ παραδόσει τοῦ μύθου ἀκολουθῶν. [Καινὸν δὲ οὐδὲν καὶ τοιοῦτον ἀνατεθεῖσθαι λίθον ἐν τοῖς ἐκεῖ· Ἐπεί τοι καὶ Παλαμήδους ἐπινοησαμένου κυβείαν καὶ πεττείαν ἐν Ἰλίῳ εἰς παραμύθιον λιμοῦ κατασχόντος τὴν στρατιὰν λίθος ἐκεῖ ἐδείκνυτο, καθὰ Πολέμων ἱστορεῖ, ἐφ' οὗ ἐπέσσευον. τῆς δὲ τοιαύτης ἐπινοίας τοῦ Παλαμήδους καὶ τῆς εὑρέσεως δὲ τοῦ χρόνου, ἣν καὶ αὐτὴν ἐκεῖνος ἐσοφίσατο, μάρτυρα παράγουσι Σοφοκλῆν, ὃς ἐν δράματι ὁμωνύμῳ τῷ εὑρετῇ Παλαμήδῃ φησίν· «οὐ λιμὸν οὗτος τόνδ' ἀπῶσε, σὺν θεῷ εἰπεῖν, χρόνου τε διατριβὰς σοφωτάτας ἐφεῦρε φλοίσβου μετὰ κοπὴν καθημένοις, πεσσοὺς κύβους τε τερπνὸν ἀργίας ἄκος;» ἐμαρτύρουν δὲ καὶ Ἀργεῖοι, παρ' οἷς ἦν, φασίν, ὁ λεγόμενος Παλαμήδους πεσσός. Ὅτι δὲ τὴν αὐτῶν εὕρεσιν Αἰγυπτίοις ἀνατιθέασιν ἕτεροι καὶ ὅτι οὐ παικτικὴ ἀλλὰ φιλόσοφος ἡ Αἰγυπτιακὴ πεττεία λέγεται, ἐν ἄλλοις δηλοῦται. καὶ οὕτω μὲν εἰρημένα ἔστω οὐκ ἀλυσιτελῶς καὶ ταῦτα.] Σημείωσαι δὲ ὅτι οὐδεμίαν πρέπουσαν τῷ πράγματι λέξιν ἀφῆκεν ὁ ποιητής. σῆμά τε γὰρ εἶπε τὸ κατὰ τὸν δράκοντα, οἷον· «ἔνθα ἐφάνη μέγα σῆμα, δράκων ἐπὶ νῶτα δαφοινός, σμερδαλέος». μετὰ δὲ τοὺς στρουθοὺς καὶ τὴν ἀπολίθωσιν τὸ αὐτὸ καὶ δεινὰ πέλωρα εἶπε καὶ τέρας δὲ ὕστερον ἐπωνόμασεν ἐν τῷ «ἡμῖν τόδ' ἔφηνε τέρας». Ὅρα δὲ καὶ ὅτι οὐκ ᾐδέσθη ὁ ποιητὴς τρὶς ἐνταῦθα τὸ ἔνθα εἰπεῖν· «ἔνθα ἐφάνη δράκων» καὶ μετὰ δύο στίχους «ἔνθα ἦσαν στρουθοῖο νεοσσοί». καὶ αὖ μεθ' ἑτέρους δύο «ἔνθ' ὅ γε τοὺς κατήσθιε». Τὸ δέ «ἐφάνη»