Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.347
Not analysed yet
κυριωτάτη λέξις· ὑπὸ γὰρ τῷ βωμῷ, καθὰ ἐρρέθη, κρυπτόμενος εἰς φῶς ἐπέμφθη, ὃ ταὐτόν ἐστι τῷ ἐφάνη. διὸ καὶ παρακατιὼν λέγει· «θεός, ὅς περ ἔφηνε» καὶ «ἡμῖν τόδ' ἔφηνε τέρας» ἐπιμένων τῇ λέξει διὰ τὸ καίριον, ὡς καὶ τῷ ἔθηκεν, ἔνθα φησίν· «ἀρίζηλον ἔθηκε θεός» καὶ «λᾶαν γάρ μιν ἔθηκε». Δαφοινὸς δὲ νῶτα ὁ μέλας παρὰ τὸ δα ἐπιτατικὸν καὶ τὸν φόνον, ὃ δηλοῖ τὸ αἷμα· μέλαν δὲ τὸ αἷμα. (v. 309) Σμερδαλέος δὲ νῦν μὲν ἐπὶ δράκοντος καὶ δηλοῖ τὸν τῇ ὄψει καταπληκτικὸν ἀπὸ τοῦ μέρδω τὸ βλέπω, καθά φασιν οἱ παλαιοί, ὅτι γε καὶ ὁ δράκων αὐτὸς ὁμοίως ἀπὸ τοῦ δέρκω λέγεται. λέγεται δέ ποτε καὶ ἐπὶ τοῦ ἁπλῶς καταπληκτικοῦ ἡ λέξις, οἷον ὅτε εἴπῃ· «σμερδαλέον κονάβησαν» καὶ «σμερδαλέον δ' ἐβόησε». τὸ δὲ σμερδαλέον καὶ σμερδνόν λέγεται· καθίσταται δὲ ἡ λέξις οὕτω. μερίζω καὶ συγκοπὲν μέρζω καὶ Δορικῶς μέρδω, τὸ πανταχοῦ μερίζω καὶ διαπεταννύω τὴν ὄψιν, καὶ μετὰ τοῦ ζα ἐπιτατικοῦ κατὰ συγκοπὴν ζμέρδω κατὰ τοὺς παλαιοὺς γραμματικούς, ἐφ' ὧν καὶ τὸ Ζμύρνα καὶ τὸ ζμικρός διὰ τοῦ ζ κατήρχετο καταργηθέντος παρὰ τῶν ὕστερον, ὡς καὶ προγέγραπται, τῇ ἀντιθέσει τοῦ σ. σμέρδω τοίνυν καὶ ἐξ αὐτοῦ τὸ σμερδνόν καὶ τὸ σμερδαλέον. (v. 311) Ἡ δὲ στρουθὸς εἶδος μικροῦ ὀρνέου ἀνειμένου τῇ Ἀφροδίτῃ διά τε τὸ ὡς ἐν μεγέθει οὐ μεγάλῳ πολύγονον, ὡς ἐρρέθη, καὶ διὰ τὸ χαίρειν τῇ μίξει, ὅθεν καὶ στρουθὸς λέγεται παρὰ τὸ μετὰ οἴστρου θέειν. διὸ καὶ ὀξύνεται ἡ λέξις κατὰ κανόνα τοιοῦτον. Τὰ εἰς θος δισύλλαβα φύσει μακρᾷ παραληγόμενα, ἔχοντα τὸ θέειν ἐγκείμενον, ὀξύνονται, οἷον βοηθός, ἀγαθός· οὕτω καὶ στρουθός. τὰ δὲ μὴ τοιαῦτα βαρύνονται, Ξοῦθος κύριον, Ζῆθος, μῦθος. Ἀφ' ὧν δὲ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων ἱστορίας διαζωγραφεῖ τὴν στρουθόν, ἔοικεν εἶναι αὕτη ὁ λεγόμενος ἰδιωτικώτερον τρωγλίτης. ἰστέον δὲ ὅτι ἡ μὲν τοιαύτη στρουθὸς εἰδικῶς οὕτω λέγεται, ἔστι δὲ ἄλλως καὶ γενικὴ λέξις. Αἴλιος γοῦν Διονύσιος ὁ Ἁλικαρνασσεύς, ἐν οἷς γράφει πρὸς Σκύμνον, φησίν· «ἄγριαι στρουθοὶ αἱ στρουθοκάμηλοι». δῆλον δὲ ὅτι καὶ Λιβυκαὶ στρουθοὶ αἱ αὐταὶ λέγονται. [ὅτι δὲ ἀπὸ τῆς στρουθοῦ καὶ στρουθίζειν τὸ εὐτελῶς πως ᾄδειν, δηλοῖ καὶ ὁ Κωμικός.] Τὸ δὲ νεοσσοί τὰ νεογνὰ δηλοῖ, [ὡς ἀπὸ τοῦ νέον ἤγουν νεωστὶ ὄσσεσθαι, ὅ ἐστι βλέπειν ἢ βλέπεσθαι.] ,ἢ παρὰ τὸ νέον σεύεσθαι ἤτοι κινεῖσθαι τραπέντος τοῦ νῦ εἰς σίγμα, ὡς καὶ ἐν τῷ σύσσιτος