Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.353
Not analysed yet
»πῇ δὴ τὰ εἰρημένα βήσεται» λύων καὶ πλατύνων τὸ «συνθεσίαι τε καὶ ὅρκια» καὶ βαρέως δὲ λαλῶν ἐν σχήματι κατευχῆς φησιν,] ὅτι «ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν σπονδαί τ' ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν», ἤγουν αἷς ἐπεποίθειμεν. Ἐν τούτοις γὰρ τοῖς νοήμασιν ὁ μὲν Ὀδυσσεὺς ψεῦδος κατηγορεῖ τῶν Ἑλλήνων, ὡς μὴ ἐκτελούντων τῷ βασιλεῖ τὴν ὑπόσχεσιν, ἥτις ἦν τὸ τὴν Ἴλιον ἐκπέρσαντα ἀπονέεσθαι, ὁ δὲ Νέστωρ γυμνότερον καὶ ὑψηλότερον ἀσεβείας αὐτοὺς ἢ ἐπιορκίας γράφεται, ὡς οὐχ' ἁπλῶς ὑποσχεθέντας, ἀλλὰ καὶ συνθεμένους καὶ ὀμόσαντας μετὰ καὶ σπονδῶν καὶ δεξιώσεων· ἅμα δέ, φασί, καὶ ὡς ἐνεδρεύσαντας ἀπελέγχει. οὐκ ἂν γὰρ ὁ βασιλεὺς ἐστράτευσε μὴ συνθεμένων αὐτῶν. (v. 342 s.) Πάλιν τοῦ Ὀδυσσέως τὰ ἐννέα ἔτη συντεμόντος καὶ εἰπόντος, ὅτι ἐν τῇ Αὐλίδι χθιζὰ καὶ πρωϊζά, ἤγουν χθὲς καὶ πρωΐ, σημεῖον τοιόνδε εἴδομεν, ποιήσαντος δὲ τοῦτο οἰκονομικῶς, ἵνα μὴ δόξῃ ὀνειδίζειν ἀνανδρίαν τοῖς Ἕλλησι καὶ ἀποκναίσῃ ἐκείνους εἰς τὸν ἐφεξῆς πόλεμον, ὁ Νέστωρ ἀπεναντίας ἐρχόμενος ἐξονειδίζει οὕτως· [»Αὔτως γάρ ῥ' ἐπέεσσ' ἐριδαίνομεν,] οὐδέ τι μῆχος εὑρεῖν δυνάμεθα, καίτοι ἀληθῶς πολὺν χρόνον ἐνθάδ' ἐόντες». τοῦτο δὲ καὶ Ὀδυσσεὺς εἶπεν ἐν τῷ «αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι». ἀλλ' ἐκεῖνο μὲν γοργόν, τοῦτο δὲ εἰς πλάτος ὁ Νέστωρ παρέτεινε μεταποιήσας τεχνικῶς τὸ νόημα. ἔτι ὁ μὲν Ὀδυσσεὺς ἀπὸ τοῦ βασιλέως ἀρξάμενος, ὡς ἐλεγχίστου γινομένου διὰ τοὺς Ἕλληνας, εἶτα τὸν δῆμον προσφθέγγεται· «τλῆτε, φίλοι» λέγων καὶ τὰ ἑξῆς· δίδωσι δὲ αὐτοῖς καὶ συγγνώμην οὐ νεμεσιζόμενος αὐτούς. ὁ δὲ Νέστωρ ἀπὸ τοῦ πλήθους εἰς τὸν βασιλέα μετελήλυθε τῷ μὲν λαῷ προσενεχθεὶς ὀνειδιστικώτερον καὶ βαρύτερον, ὡς προείρηται, τῷ δὲ βασιλεῖ συμβουλεύων φυλάττειν τὴν ἀρχικὴν ἐμβρίθειαν καὶ μὴ ποιεῖν ἑαυτὸν ὑπὸ τοῖς Ἕλλησι καὶ οὕτω καταπλήττων τὸ πλῆθος, ὡς δέον ὂν ἄρχεσθαι καὶ μὴ θέλειν ἄρχειν τοῦ βασιλέως. (v. 344—7) Φησὶ γάρ· «Ἀτρείδη, σὺ δέ θ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν ἄρχευ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας», ἤγουν μὴ ἐκείνοις ἀνατίθει τὸ πᾶν, ἀλλὰ σὺ προηγούμενος ἔχε ἑπομένους ἐκείνους «τούσδε δ' ἔα φθινύθειν, ἕνα καὶ δύο, οἳ Ἀχαιῶν νόσφι βουλεύουσιν· ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν», οἱονεὶ λέγων, ὅτι οὐ χρὴ εἰπεῖν, ὅτι τλῆτε, φίλοι, ἀλλὰ ὡς ἀρχομένους ποιεῖν ὑπὸ τῇ βασιλικῇ βουλῇ τοὺς Ἀχαιοὺς καὶ ἄκοντας. Ἔτι Ὀδυσσεὺς μὲν εἰς τὸ τοῦ δράκοντος ἀνατρέχει σύμβολον δημοχαριστικῶς, ὥς φασιν οἱ παλαιοί, προβαλλόμενος τὰς μαντείας τοῦ Κάλχαντος, ὃς ἐλύπει τὸν βασιλέα, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ δεδήλωται. ὁ δὲ Νέστωρ ὑψηλότερον καὶ σεμνότερον τὸν λόγον μεταχειριζόμενος οὐκ ἐκ τῶν κάτω καὶ περὶ γῆν οὐδ' ἔκ τινος τῶν θνητῶν τὰ σημεῖα λαμβάνει, ἀλλ' ἀπ' αὐτοῦ τοῦ Διός. (v. 348—55) Φησὶ γὰρ ὅτι οὐκ ἔστι «πρὶν Ἄργοσδε ἰέναι, πρὶν ἂν γνῶναι εἴτε ψεῦδος» [καὶ, κοινότερον εἰπεῖν, ψευδὴς] ἡ τοῦ «Διὸς ὑπόσχεσις