Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.354
Not analysed yet
εἴτε καὶ μή. φημὶ γὰρ οὖν κατανεῦσαι τὸν Δία, ὅτε νηυσὶν ἐπ' ὠκυπόροις ἔβαινον Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες, ἀστράπτων ἐπιδέξια, ἐναίσιμα σήματα φαίνων». Πάνυ οὖν σεμνότερον τὸ τοῦ Νέστορος, εἴγε τὴν στρουθὸν καὶ τοὺς νεοσσοὺς ἀφεὶς ἐπὶ τὸν ὕπατον Δία φέρεται. (v. 349) καὶ ὅρα τὸ «Διὸς ὑπόσχεσις». ἐπὶ μὲν γὰρ Ἑλλήνων οὐκ ἠθέλησεν αὐτὸ εἰπεῖν ὁ Νέστωρ, ἀλλὰ συνθεσίας εἶπε καὶ ὅρκους· ἐπὶ δὲ Διὸς τὴν ὑπόσχεσιν τίθησιν, ὃς οὐδὲν ὑπισχνεῖται ἀπατηλόν, ὡς προείρηται. καὶ ὁ μὲν Ὀδυσσεὺς αἰσχρόν φησι κενοὺς νέεσθαι τοὺς Ἕλληνας, ὁ δὲ Νέστωρ ἀπαγορεύει μηδένα τολμῆσαι οἴκαδε νέεσθαι, πρίν τινα παρὰ Τρώων ἀλόχῳ κατακοιμηθῆναι, δριμύτερον τὸν λόγον μεταχειρισάμενος, ὡς ῥηθήσεται. Ἔτι ὁ μὲν Ὀδυσσεὺς θέλειν εἶπε τοὺς Ἕλληνας ἐλέγχιστον θεῖναι τὸν βασιλέα, ὡς παρ' αὐτοῖς ὂν τοῦτο ποιῆσαι, ὁ δὲ Νέστωρ ἀποστερῶν αὐτοὺς τοῦ ἐθέλειν φησίν· (v. 357—9) «Εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκόνδε νέεσθαι, ἁπτέσθω ἧς», ἤγουν ἰδίας, «νηὸς εὐσέλμοιο μελαίνης, ὄφρα πρόσθ' ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ», πάνυ αὐστηρῶς καὶ βασιλικῶς τοῦτο εἰπὼν καὶ θάνατον ὁρίσας ἐπιτίμιον τῷ λειποτακτήσοντι. Βαρύτερον δὲ πάνυ τοῦτο καὶ φοβερώτερον τοῦ παρὰ τῷ Ὀδυσσεῖ. ἐκεῖνος μὲν γάρ, ὅτε τὸν λαὸν ἐπέστρεφεν εἰς τὴν ἀγοράν, πρὸς ἕκαστον βασιλέα καὶ ἔξοχον ἔλεγεν, ὅτι οὐκ οἶσθα τὸν νοῦν τοῦ βασιλέως καὶ ὅτι τάχα ἴψεται υἷας Ἀχαιῶν καὶ «μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν». ὁ δὲ Νέστωρ ἐνταῦθα σεμνότερον καὶ φοβερώτερον θάνατον ἀποφαίνεται τῷ εἰς φυγὴν ὁρμήσοντι, οὐχ' ὡς Νέστωρ λαλῶν, ἀλλ' ὡς αὐτὸς ὁ Ἀγαμέμνων. οὕτω ῥητορικῶς ὁ Νέστωρ πολλὰ τῶν τοῦ Ὀδυσσέως νοημάτων ἐπικοσμήσας ἢ διορθωσάμενος καὶ ὑπερφωνήσας ἐκεῖνον ἐν πᾶσι προστίθησι καί τινα ὀλίγα, ὧν ἐκεῖνος οὐδ' ὅλως ἐμνήσθη, καὶ τῆς τε Ἑλένης μέμνηται, ἥτις ἐστὶ τέλος τοῦ πολέμου τοῖς Ἕλλησιν. (v. 354—6) Εἰπὼν γάρ· «μή τις ἐπειγέσθω πρὶν οἶκόνδε νέεσθαι, πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι», ἐπάγει· «τίσασθαι δ' Ἑλένης ὁρμήματά τε στοναχάς τε». ἔτι δὲ καὶ συμβουλὴν ἐκτίθεται τακτικήν, ὡς κατωτέρω εἰρήσεται. Καὶ τοιαύτη μέν, ὡς ἐν ὀλίγῳ εἰπεῖν, ἡ τοῦ Νέστορος δημηγορία ἐκ τῶν αὐτῶν μὲν ὁρμηθεῖσα τῷ Ὀδυσσεῖ, ἑτέρως δὲ διασκευάσασα τὰ ἐκείνου νοήματα, ἔχουσα δέ τι καὶ ὧν παρέδραμεν ὁ Ὀδυσσεύς. [(v. 338) Τὸ δὲ πολεμήϊα δῆλον, ὡς πλεονασμὸν ἔχει τοῦ η ἐκ τοῦ πολέμια, καὶ οὐκ ἀμφισβητεῖται, ὡς ἐπὶ τοῦ ξυνήϊα. ἐκεῖνο γὰρ δοκεῖ τισιν εἶναι ἀπὸ τοῦ ξυνός ξύνειος, ὡς ἡμέτερος ἡμετέρειος, ὁ τοῦ ἡμετέρου δηλαδὴ κατὰ τοὺς παλαιούς.] (v. 339) Τὸ δέ «συνθεσίαι τε καὶ ὅρκια», ὅμοιόν ἐστι τῷ ἐν τῇ αʹ ῥαψῳδίᾳ τῷ «σύνθεο καί μοι ὄμοσσον». Σημείωσαι δὲ ὅτι αἱ συνθεσίαι διακείμενα παρὰ Ἡροδότῳ λέγεται διὰ τὸ ταὐτὸν τοῦ κεῖσθαι καὶ τίθεσθαι· ὅθεν ταὐτὸν τὸ ἐπὶ διακειμένοις