Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.355
Not analysed yet
μάχεσθαι καὶ τὸ ἐπὶ συνθεσίαις ἤτοι ὡρισμέναις συμφωνίαις. Εὐριπίδης δὲ ἐπὶ ῥητοῖς εἵλετο τοῦτο εἰπεῖν, ὃ ταὐτόν ἐστι τῇ ἀλλαχοῦ κειμένῃ ποιητικῇ ῥήτρῃ. Οὐχ' ὑποκοριστικὸν δὲ παρ' Ὁμήρῳ οὐδὲ τὸ ὅρκιον, καθὰ οὐδὲ τὸ ἴχνιον. Ὥσπερ δὲ τὰ ὅρκια παρωνόμασται ἐκ τοῦ ὅρκου, οὕτω καὶ ἐκ τοῦ λόγου τὰ λόγια ἤγουν οἱ χρησμοί. [Γίνεται δὲ ὁ ὅρκος ὅθεν καὶ τὸ ἕρκος· ἐκ τοῦ εἵργω γάρ, τὸ ἐγκλείω· καθείργνυται γάρ πως ὁ ὀμνύων, οἷς ὁμολογεῖ· Κατὰ δὲ τοὺς παλαιοὺς παρὰ τὸ ὅρος ἀρσενικόν. ὁρίζονται γάρ τι ὁμολογητικῶς οἱ ὀμνύοντες. συντελεῖ δὲ εἰς τὴν πρώτην ἐτυμολογίαν καὶ ἡ ὁρκάνη ἕρκος τι οὖσα, ὡς ἀκανθῶδες περίφραγμα. Προπαροξύνεται δὲ τὸ ὅρκιον ὡς οἷα κτητικὸν ταὐτόσημον, κατὰ τὸ κάπριος, αἰζήϊος καὶ τὰ ὅμοια· ἄλλως μέντοι ὤφειλε παροξύνεσθαι κανόνι, φασί, τοιούτῳ. Τὰ διὰ τοῦ ιον τρισύλλαβα προσηγορικά, ἔχοντα πρὸ τοῦ ι δύο σύμφωνα παροξύνονται, οἷον· κυμβίον, ἱστίον, ἰσχίον, ἑρκίον, εἰ μὴ ἄρα πρὸ τοῦ ι κεῖται ἀμετάβολον, ὁποῖον τὸ ἴχνιον καὶ ἴκριον.] Τὸ δέ «πῇ συνθεσίαι τε καὶ ὅρκια βήσεται» μυκτηριστικόν πώς ἐστι τοῦ «ἐννέα δὴ βεβάασιν ἐνιαυτοί». λέγει γὰρ οἱονεί, ὡς, εἰ καὶ οἱ ἐνιαυτοὶ βεβήκασιν, ἀλλ' αἱ συνθεσίαι καὶ οἱ ὅρκοι οὐκ οἴχονται βεβηκυῖαι, ἀλλὰ μένουσι. [Τῆς δὲ συνθεσίης, ἣν συνθήκην φασὶν οἱ μεθ' Ὅμηρον, ἡ ἀναλογία κατὰ τὴν ἐξεσίην, ἧς χρῆσις καὶ ἐν τῇ τελευταίᾳ τῆς Ἰλιάδος ῥαψῳδίᾳ.] (v. 340) Τὸ δέ «ἐν πυρὶ βουλαὶ γενοίατο» πάνυ βαρυνομένης ψυχῆς ἐστιν· οἱονεὶ γάρ φησιν, ὅτι καυθεῖεν αἱ βουλαὶ καὶ τὰ καὶ τά. ἢ μάλιστα κατὰ τοὺς παλαιοὺς τὸ γενοίατο ἀντὶ τοῦ ἐγένοντο. καὶ ἔστιν ὁ λόγος βαρὺς ἅμα καὶ εἰρωνικός, ἵνα λέγῃ, ὅτι ἐοίκασιν αἱ βουλαὶ ἡμῶν καὶ αἱ σπονδαὶ καὶ τὰ τοιαῦτα συγκατακαυθῆναι τότε ταῖς τῶν ὅρκων θυσίαις καὶ ἀπολέσθαι. Σημείωσαι δὲ ὅτι τὸ γενοίατο, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ τὸ ἐφθίατο ἀντὶ τοῦ γένοιντο καὶ ἔφθιντο, Ἰωνικά ἐστι, πλεονασμὸν ἔχοντα τοῦ α μετὰ τὴν τοῦ ν ἀπέλευσιν. μυρία δὲ καὶ ἕτερα τοιαῦτά εἰσιν. ὅλως γὰρ τὰ διὰ τοῦ αται καὶ ατο τρίτα παθητικὰ πληθυντικὰ Ἰωνικοῦ εἰσι σχηματισμοῦ, ὁποῖον καὶ τὸ λελέχαται καὶ τετύφαται καὶ ἐσπάραται καὶ παρ' Ἡροδότῳ τὸ ἐσεσάχατο ἀντὶ τοῦ ὡπλισμένοι ἦσαν καὶ τὰς κνήμας ῥάκεσι κατει-