Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.356
Not analysed yet
λίχατο καὶ τὰς κεφαλὰς εἰλίχατο μίτραις. ὡσαύτως καὶ τὰ κατὰ πλεονασμὸν τῆς δα συλλαβῆς, οἷον τὸ ὠνομάδαται καὶ ἐρηρέδαται καὶ ἐσταλάδατο κατὰ Ἡρόδοτον καὶ τὰ κατὰ ἀποβολὴν τοῦ ν καὶ διάλυσιν τοῦ παραλήγοντος η εἰς ε καὶ α. οὕτω γοῦν Ἡρόδοτος δίχα πολλῶν ἑτέρων καὶ ἀποκαθέαταί φησι καὶ εἰρέαται ἀντὶ τοῦ εἴρηνται καὶ ὑμνέαται καὶ ἐκτέατο ἀντὶ τοῦ ἐκέκτηντο καὶ ἐτιμέατο· οἷς ὅμοια καὶ ἐν ὀνόμασι παρ' αὐτῷ τὸ Ἀρισταγόρην Ἀρισταγόρεα καὶ Καμβύσεα καὶ Μιλτιάδεα. καὶ ἐν τούτοις γὰρ τὸ η μὲν διαλύεται, ἀπέρχεται δὲ τὸ ἐπαγόμενον νῦ. καὶ τὸ «πεποτήαται δὲ μέλισσαι», ἀντὶ τοῦ πέτονται, Ἰωνικόν ἐστιν. Ἡρόδοτος δὲ καὶ στρατεύεσθαι ὁρμέαταί φησι καὶ ἀγωνίδαται καὶ παρεσκευάδατο. [Ὅρα δὲ ὅτι τῷ δή ἀργῷ ἐπιρρήματι τρὶς ἐχρήσατο συναπτῶς ἐν στίχοις τέσσαρσιν εἰπών· «ἦ δὴ παισὶν ἐοικότες». καὶ «πῇ δὴ συνθεσίαι;» καὶ «ἐν πυρὶ δὴ βουλαί».] Τὸ δέ «μήδεά τε ἀνδρῶν» βούλεται μὲν εἰπεῖν ἀντὶ τοῦ ἡμῶν αἱ βουλαὶ ἢ ὑμῶν· ἵνα δὲ μὴ πάντῃ σφοδρὸς διὰ πάντων ἥκων ὁ λόγος εἴη, γενικῶς εἶπε καὶ ἀορίστως «ἀνδρῶν», ἵνα λεάνῃ τὴν δημηγορίαν. διὰ τοῦτο γὰρ οὐδενός τινος ὡρισμένως καθήψατο, ἀλλὰ διὰ τριῶν προσώπων πληθυντικῶς καὶ ἀορίστως ἦλθεν, ἐν δευτέρῳ μὲν προσώπῳ εἰπὼν τὸ «παισὶν ἐοικότες ἀγοράασθε», ἐν πρώτῳ δὲ τὸ «πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν», ἐμοί τε δηλαδὴ καὶ τοῖς ἄλλοις σὺν ἐμοί, ἐν τρίτῳ δὲ τὸ «ἐν πυρὶ δὴ βουλαὶ καὶ μήδε' ἀνδρῶν». [Ἰστέον δὲ ὅτι μήδεα παρὰ τοῖς παλαιοῖς καὶ οἱ ὄρχεις παρὰ τὸ μέδειν, ὅ ἐστιν ἄρχειν. ἀρχὴ γάρ τις ἐν ζῴοις καὶ αὐτοί, ὡς δηλοῦσιν οἱ παλαιοὶ διατρανοῦντες αὐτὸ ἐκ τῆς πολλῆς ἐναλλαγῆς τῶν Γάλλων ἤτοι ἀποκόπων, σαφέστερον δὲ εἰπεῖν, εὐνούχων. Ἡσίοδος δέ φησιν αὐτοὺς μήδεα ἐν Θεογονίᾳ, ἑτέρωθι δὲ μέζεα, φυλάξας μὲν τὸ ε τοῦ μέδειν, τρέψας δὲ δ εἰς ζ κατὰ ἀκολουθίαν τὴν πολλαχοῦ δηλουμένην, καθ' ἣν καὶ τὸ ἐριδαίνομεν ἀπὸ τοῦ ἐρίζειν.] (v. 341) Ἀκράτους δὲ τὰς σπονδὰς λέγει, διότι ἀκράτῳ οἴνῳ ἔσπενδον αἰνιττόμενοι τὸ τῆς γνώμης ἀμιγὲς ψεύδει καὶ ἄδολον. ἐὰν δὲ ἐν τοῖς μετὰ ταῦτα λεχθείη που, ὅτι κρητῆρι οἶνον ἔμισγον, οὐχ' ὕδατος καὶ οἴνου μίξιν ἐκεῖ λέγει, ἀλλὰ δύο οἴνων εἰς ἕνα κρατῆρα συνα-