Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.357
Not analysed yet
γωγήν. [Πρωτότυπον δὲ τοῦ κρητῆρος, καθὰ καὶ τοῦ κρατῆρος, τὸ κερῶ, ἐξ οὗ τὸ κρῶ, ἀφ' οὗ καὶ ὁ κρητὴρ καὶ ὁ κρατήρ. ἐκ δὲ τοῦ κρῶ κατὰ ἀναδιπλασιασμὸν τὸ κικρῶ, οὗ χρῆσις τὸ «ἐγκίκρα ὡς εἴω», ἤγουν κίρνα ὡς ὁδεύω.] Δεξιαῖς δὲ πεποιθέναι λέγει, ἐπειδὴ ἐν τοῖς ὅρκοις οὐδὲν ἔλαττον εἰς πίστιν ἐλογίζετο καὶ τὸ τῶν δεξιῶν χειρῶν ἅπτεσθαι. ἦν γὰρ ἡ δεξίωσις αὕτη καὶ τὸ δεξιοῦσθαι, ὡς ἐν Ὀδυσσείᾳ μάλιστα φαίνεται, σημεῖον φιλίας καὶ εἰς ἓν ἀποκαταστάσεως καὶ οἷον ἑνώσεως. [Πρωτότυπον δὲ τῆς τοιαύτης ἐννοίας τὸ δέχω, ἐξ οὗ καὶ τὸ δέχθαι καὶ τὸ δειδέχθαι καὶ τὸ δειδέχατο, ἔτι δὲ καὶ τὰ τῆς δεξιώσεως. δέχω γάρ· οὗ μέλλων δέξω· ὅθεν δέξα, ὡς δόξα, καὶ πλεονασμῷ τοῦ ι δεξιά, ὡς ἀχυρμιά καὶ πυρκαϊά· καὶ ἀπ' αὐτοῦ ῥῆμα δεξιῶ καὶ τὰ ἐκεῖθεν.] Τὸ δὲ ἐπέπιθμεν οὐκ ἂν μὲν ὅλως εὐχρηστοῖτο εἰς λόγον πεζόν. γέγονε δὲ κατὰ συγκοπὴν Αἰολικὴν καὶ διπλασιασμὸν Ἰωνικὸν ἐκ τοῦ ἐπίθομεν δευτέρου ἀορίστου, ἵνα λέγῃ ἐν πυρὶ γενέσθαι τὰς δεξιάς, αἷς οἱ Ἀχαιοὶ ἔπιθον ἑαυτοὺς ἤγουν ἔπεισαν. [(v. 342) Ἐν δὲ τῷ «αὔτως γὰρ ἐπέεσσι» διπλάζεται τὸ ρ παρὰ τοῖς ἀγαθοῖς ἀντιγράφοις καὶ παρεισκρίνεται ὁ ῥα σύνδεσμος, ὁ τῷ ποιητῇ φίλος, ἐν συναλιφῇ συνήθει. Τὸ δὲ αὔτως, εἰ καί τινες διφοροῦσι πνευματικῶς, ἀλλὰ φανεῖται ψιλούμενον Αἰολικῶς.] Τὸ δέ «οὐδέ τι μῆχος» τὴν ἀμηχανίαν ὑπολαλεῖ. ὥσπερ δὲ ἡδονὴ ἦδος Αἰολικῶς, οὕτω καὶ μηχανὴ μῆχος. [τὸ δ' αὐτὸ καὶ μῆχαρ κατὰ τὸ δέλος δέλεαρ. ἄκλιτον δὲ καὶ τὸ μῆχος, καθὰ καὶ τὸ ἦδος καὶ τὸ ὄφελος.] (v. 344) Ἀστεμφὴς δὲ βουλὴ ἡ ἀμετακίνητος κατὰ στέρησιν, φασί, τοῦ στέμβειν, ὃ δηλοῖ οὐ μόνον τὸ ὑβρίζειν, ἀλλὰ καὶ τὸ συνεχῶς κινεῖν· ὅθεν καὶ ἀστέμβακτα παρὰ Λυκόφρονι. λέγει δὲ καὶ Εὐφορίων κλέος ἀστέμβακτον. Τινὲς δὲ ἀστεμφές τὸ οἷον ἀστρεφές· ὅθεν καὶ ἐπίρρημα