Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.358
Not analysed yet
ἀστεμφέως. δύναται δὲ καὶ ἀπὸ τοῦ στέφειν εἶναι, ὡς ἀλλαχοῦ φανεῖται. (v. 345) Τὸ δέ «ἄρχευ Ἀργείοις» δοτικῇ μὲν συνετάγη ὡς διφορούμενον. διαδείκνυσι δὲ ὅτι διχῶς ἔστι λέγειν καὶ ἄρχε καὶ ἄρχεο, τουτέστι βασίλευε. ὅτι δὲ ἀληθῶς διαφορά ἐστί ποτε τοῦ ἄρχειν πρὸς τὸ βασιλεύειν, ὡς μείζονος ὄντος τοῦ βασιλεύειν, δηλοῖ Λευτυχίδης, ὃς Δημάρατον ἐκπεσόντα τῆς βασιλείας, εἶτα εἰς ἀρχὴν αἱρεθέντα, ἠρώτα, φασί, γελῶν, ὁποῖόν τι εἴη τὸ ἄρχειν μετὰ τὸ βασιλεύειν. [Τὸ δέ «κατὰ κρατερὰς ὑσμίνας» πρὸς διαστολὴν κεῖται τοῦ ἑτέρως ἄρχειν, ὁποῖόν τι καὶ τὸ τριηραρχεῖν καὶ ναυαρχεῖν καὶ συμποσιαρχεῖν.] (v. 346) Τὸ δέ «ἔα φθινύθειν ἕνα καὶ δύο», οἳ νόσφιν Ἀχαιῶν βουλεύουσι, τὸ εὐπειθὲς τῶν Ἑλλήνων δηλοῖ τῷ ἐλαχίστῳ τοῦ ἀριθμοῦ, ὡς πάνυ ὀλίγων τινῶν ἀπειθούντων· οὓς καὶ ἐξευτελίζει διά τε τῆς ὀλιγότητος καὶ μηδὲ ὀνομάζων αὐτούς. ἔστι δὲ εἷς μὲν ὁ Θερσίτης, δεύτερος δὲ ἢ οὐδείς, ἀλλὰ ἁπλῶς παρέρριπται δύο, εἴ πού τις εἴη τυχὸν δεύτερος· ἢ, ὡς εἰκός, καὶ ἕτερός τις ἦν, ὃν ὁ ποιητὴς ἐσιώπησε. τὸ γὰρ τὸν Ἀχιλλέα νοῆσαι τοιοῦτον πάνυ ἀπεμφαῖνόν ἐστι δι' ἄλλα τε καὶ ὅτι οὐδὲ ἐβουλεύσατό τι ἐκεῖνος νόσφιν Ἀχαιῶν. καὶ μήν τινες περὶ τοῦ Ἀχιλλέως νοοῦσι τὸ καὶ δύο, οἷα τοῦ Νέστορος ὡς φιλοβασιλέως μισοῦντος, φασί, τὴν ἔριν, ἐν ᾗ τὸν δῆμον κατὰ τοῦ βασιλέως ἐγείρειν ἤθελεν ἐκεῖνος. διὸ καὶ ἀνωτέρω πληθυντικῶς ἔφη, ὅτι μάτην ἐπέεσσιν ἐριδαίνομεν, λεαίνων τὴν τραχύτητα πληθυντικῷ καὶ κοινῷ σχήματι διὰ τὸν Ἀχιλλέα τὸν ἄριστον, ὡς μὴ μόνον τοῦ Θερσίτου ἄρτι ἐρίσαντος λόγοις, ἀλλὰ καὶ τοῦ Ἀχιλλέως πρὸ μικροῦ, ὡς καὶ ὁ βασιλεὺς μετ' ὀλίγα ἐπισημαίνεται λέγων εἰς ἀπράκτους ἔριδας ἐμβάλλεσθαι. «καὶ γάρ», φησίν, «ἐγὼν Ἀχιλλεύς τε μαχεσσάμεθα» καὶ τὰ ἑξῆς. διὰ τοῦτό φασι καὶ ἐν ταῖς Λιταῖς μὴ πρεσβεῦσαι τὸν Νέστορα, οἷα βασιλικὸν ῥήτορα, μὴ ἀνεχόμενον ἐπὶ ὑποπτώσει τοῦ βασιλέως εἰς Ἀχιλλέα πρεσβεῦσαι. [Ὅρα δὲ τὸ «ἕνα καὶ δύο», δι' οὗπερ οὐ δηλοῦνται τρεῖς, ὡς ἡ κοινὴ φράσις βούλεται, ἀλλὰ μόνοι δύο, ἵνα ὁ μὲν εἷς νοοῖτο καθ' ἑαυτόν, ὁ δὲ ἕτερος δυάζοιτο σὺν ἐκείνῳ κατὰ ἐννοίας ἀναδρομήν. καί πώς ἐστι τὸ «καὶ δύο» τὸ πρωτότυπον ἀντὶ παραγώγου τοῦ «καὶ δεύτερος» οἷον· «ἔα φθινύθειν ἕνα καὶ δεύτερον». τοιοῦτον καὶ παρὰ Πλάτωνι τὸ «εἷς, δύο, τρεῖς», ἤγουν εἷς, δεύτερος, τρίτος. διὸ ἐπάγει· «ὁ δὲ δὴ τέταρτος ποῦ;»] (v. 349) Ἡ δὲ ὑπόσχεσις τοῦ Διὸς καὶ ἡ κατάνευσις φανερῶς ἐνταῦθα δηλοῖ τὴν ἐκ τῶν μετεώρων ἐπισημασίαν τοῦ μέλλοντος, ὡς καὶ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ εἴρηται.