Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.359
Not analysed yet
(v. 353) Φησὶν οὖν ἐφερμηνεύων, πῶς κατένευσεν ὁ Ζεύς, ὅτι ἀστράπτων ἐπιδέξια, ἐναίσιμα σήματα φαίνων, μονονουχὶ λέγων, ὅτι τοῦτό ἐστι [νῦν] κατάνευσις καὶ ὑπόσχεσις Διός, τὸ ἀστράπτειν ἐκ δεξιῶν τὸν Δία, ἤτοι τὸν ἀέρα, καὶ δηλοῦν σῆμά τι αἴσιον, ὃ καὶ διοσημία διὰ τοῦτο ὠνόμασται. Καὶ ὅρα ὅτι καὶ ἐν ταῖς ἀστραπαῖς τὰ ἐκ δεξιῶν ἦσαν αἴσια, ὡς τῶν εὐωνύμων οὐ τοιούτων κἀνταῦθα νομιζομένων. [Σημείωσαι δὲ ὅτι ἐπιδέξια παρὰ τοῖς ὕστερον Ἀττικοῖς καὶ τὰ καίρια καὶ ἐπιτήδεια τοῦ σώματος. πληγῆναι γοῦν τις λέγει τὰ ἐπιδέξια. ἴσως δὲ καὶ τὸ ἐνδέξια ταὐτόν ἐστι τῷ ἐπιδέξια· τοιοῦτον γάρ τι τὸ ἐνδέξια πᾶσιν οἰνοχοεῖν.] Ὡς δὲ καὶ δι' ἀστραπῶν ἐσημαίνετό τι μέλλον, δηλώσει μὲν καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητής· δηλοῖ δὲ δίχα τῶν ἄλλων ἱστοριῶν καὶ παροιμία ἡ λέγουσα «ὅτ' ἂν ἀστράψῃ δι' Ἅρματος». πόλις δὲ Βοιωτίας ἦν τὸ τοιοῦτον Ἅρμα, ὅπῃ γινομένης ἀστραπῆς ἦν τι σημεῖον, ὡς καὶ ἐν τῷ Καταλόγῳ ῥηθήσεται. (v. 349) Ἡ δὲ λέξις τῆς ὑποσχέσεως σαφὴς μὲν νοηθῆναι, ὑποδύσκολος δὲ ἐτυμολογηθῆναι. ἔστι γὰρ ὑπόσχεσις τὸ ὑπό τινος οἷον σχεθῆναι· ἁλίσκει γάρ πως καὶ κατέχει τὸν ὑποσχόμενον ὁ τὴν ἐπαγγελίαν δεξάμενος. διὸ καὶ ὑπίσχεσθαι καὶ ὑπισχνεῖσθαι τὸ ῥῆμα οἱονεὶ τὸ ὑπό τινος ἔχεσθαι. καὶ ἄλλως δὲ ὑπόσχεσις ἡ ὑπό τι προηγησάμενον σχέσις. πρῶτον μὲν γὰρ τὸ «εὐεργέτησόν με τυχόν», ὑπ' αὐτὸ δέ τις δευτέρα σχέσις καὶ ἀντοχὴ τοῦ προηγησαμένου προσώπου ἢ λόγου τὸ «εὐεργετήσω σε». ἔτι, ὥσπερ τὸ ὑπέσχε χεῖρα ἢ κεφαλὴν ἢ ἀκοήν, ἀντὶ τοῦ ὑπέθετο, οὕτω καὶ ὑπόσχεσις τὸ ἑαυτὸν ὑποθεῖναί τινα τῇ ἐκπληρώσει τῆς οἰκείας ἐπαγγελίας· ὅθεν κρειττόνως ἔστιν εἰπεῖν, ὡς ἀντιληπτικὴ λέξις ἐστὶν ἡ ὑπόσχεσις· σχεῖν γὰρ τὸ λαβεῖν. διὸ ὑπόσχεσις ἡ ὑπόληψις ἤγουν τὸ χερσὶν ὑπολαβεῖν· ὅθεν τὸ «ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου»· καὶ τὸ «τὴν ὑπόληψιν τῶν ἀξιωμάτων μου». εἰ γοῦν οἱ ζητοῦντες προσπίπτειν λέγονται, ὑπίσχονται ἄρα καὶ ὑπολαμβάνουσιν αὐτοὺς χερσὶν οἷον ἀντιληπτικαῖς οἱ κατανεύοντες ὑποσχετικῶς. Ἔτι ὥσπερ ὑποστῆναι τὸ ὑπό τινα στῆναι ὑπερειστικῶς, οὕτως ὑποσχεθῆναι τὸ ὑπό τινα σχεῖν ἑαυτὸν ὁμοίως δι' ἀντίληψιν. διὸ καὶ ταὐτὸν παρὰ τῷ ποιητῇ ἔγνωσται τὸ ὑποστῆναι καὶ ὑποσχεθῆναι· ὅθεν ὁ ποιητὴς ὡς ἐν ἐτυμολογίας τρόπῳ συνεδύασεν αὐτὰ πρὸ ὀλίγου εἰπών «ὑπόσχεσιν ἥν περ ὑπέσταν». (v. 353) Σημείωσαι δὲ ὅτι τὸ «ἀστράπτων ἐπιδέξια» σολοικοφανές ἐστι καὶ ἀκαταλλήλως ἔχει πρὸς σύνταξιν. τὸ γὰρ ἀκόλουθον οὕτως ἂν εἶχε· «φημὶ κατανεῦσαι τὸν Δία ἀστράπτοντ' ἐπιδέξια». ὁ δὲ ποιητὴς οὐχ' οὕτως ἐποίησεν, ἀλλὰ τελείαν στιγμὴν θέμενος ἐν τῷ «Τρώεσσι φόνον καὶ κῆρα φέροντες», εἶτα ὡς ἀπ' ἄλλης ἀρχῆς ἀσυνδέτως ἀρχόμενός φησιν· «ἀστράπτων ἐπιδέξια» λείποντος