Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.360
Not analysed yet
τοῦ ἦν ὑπαρκτικοῦ ῥήματος, ἵνα λέγῃ, ὅτι ἀστράπτων ἦν ὁ Ζεὺς ἐπιδέξια. καὶ ὅρα ὅπως τὸ σολοικοφανὲς ἤτοι καινοπρεπὲς τοῦτο σχῆμα εἰς δέον τέθεικεν ὁ ποιητής, ἢ ἵνα, ὥσπερ τὸ νόημα, οὕτω καὶ τὸ σχῆμα ξενίσῃ τὸν ἀκροατήν, ἢ καὶ ἀρχαΐζων ἢ καὶ μιμούμενος ῥήτορα ἐναγώνιον νοήμασιν ἑαυτὸν ἀπασχολοῦντα καὶ τοῦ καταλλήλου τῆς συντάξεως μὴ διόλου φροντίσαντα καὶ διὰ τοῦτο κινδυνεύσαντα εἰπεῖν τι καὶ σολοικοφανέστερον, οὐ μὴν σολοικίσαντα, ὅτι μηδὲ ἄκων περιπέπτωκε τῇ καινότητι τῆς συντάξεως, ἀλλ' ἐπίτηδες ἐτεχνάσατο. Παράγουσι δὲ ἐνταῦθα οἱ παλαιοὶ σχήματά τινα πρὸς ὁμοιότητα τοῦ ποιητικοῦ, οὐ πάντῃ μὲν ὅμοια, ὅμως δὲ σολοικοφανῇ, οἷον τοῦ Εὐριπίδου τὸ «πάλαι δέ σ' ἐξερωτῆσαι θέλων, σχολή μ' ἀπεῖργε». τοῦτο δὲ παντελῶς ἀθεράπευτα σολοικίζει. τὸ δὲ Ὁμηρικόν, ὡς ἐρρέθη, διὰ στιγμῆς θεραπεύεται. ὅμοιον δὲ καὶ τὸ «ἐξὸν καθεύδειν τὴν ἐρωμένην ἔχων», ἀντὶ τοῦ ἔχοντα. οὐκ ἔχει δὲ οὐδὲ τοῦτο θεραπείαν τινά. ὅτι δὲ πολλὰ καὶ παρ' ἄλλοις τῶν παλαιῶν ἀγαθῶν ῥητόρων σολοικοφανῆ καὶ οὕτω καινοπρεπῆ, δηλοῦται σαφῶς καὶ ἐν τοῖς τοῦ Φιλοστράτου. οὐκ ἀπήλλακται δὲ τοιούτων οὐδὲ ἡ τραγῳδία, ὡς δηλοῖ τῶν Εὐριπίδου καὶ τὸ «ἦν δ' ἔρις στρατηλάταις· οἱ μὲν πατάξαι τόνδε, οἱ δὲ τόνδε». καὶ τὸ «μέλλων δὲ πέμπειν μ' Οἰδίπου κλεινὸς γόνος, ἐν τῷδ' ἐπεστράτευσαν Ἀργεῖοι πόλει»· καὶ τὸ «πολλὰ δὲ πάλαι προκόψασα, οὐ πόνου πολλοῦ με δεῖ». [Καὶ Σοφοκλέους τὸ «ἀλλ', εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβών, ὅτου σε πόθος ἔχει». Ἐναίσιμα δὲ τὰ μὴ ἁπλῶς σημαντικά τινος φυσικῶς, οἷον ὑετοῦ ἢ ἀνέμου ἢ χιόνος, ἀλλὰ αἴσης τῆς ἐν πρακτέοις ἀνθρωπίνοις, ἐφ' οἷς χρεία μαντείας.] (v. 355) Τὸ δέ «πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναί τινα», ὡς καὶ πρὸ ὀλίγου γέγραπται, εἰς δέλεαρ τοῖς Ἕλλησι τοῦ ἔτι ἐν Τροίᾳ μένειν ὁ Νέστωρ προβάλλεται, δριμύτερόν τι τοῦ Ὀδυσσέως εἰπών. ὁ μὲν γὰρ Ὀδυσσεὺς αἰσχρὸν εἶπε κενεοὺς ἀπονοστῆσαι τοὺς Ἕλληνας, τουτέστι μὴ ἔχοντας ἁπλῶς λάφυρα, οἷς δήπου καὶ αἱ τῶν Τρώων ἄλοχοι συμπεριλαμβάνονται. ὁ δὲ Νέστωρ μόνων ἐμνήσθη τῶν γυναικῶν δριμέως, οὐ μόνον θυμῷ τῷ κατὰ τῶν Τρώων, οἷς μέγα πάντως εἰς κόλασιν τὸ τὰς γυναῖκας αὐτοῖς ὑπὸ τοῖς πολεμίοις γενέσθαι, ἀλλὰ καὶ ἐρεθίζων τὸ πλῆθος, ὅπερ ὡς ἐπὶ πολὺ τῶν τοιούτων ἡττᾶται καὶ μάλιστα, ὅταν εὐλογητὸς ᾖ ἡ ἡδονή, ὥς φασιν οἱ παλαιοί. καὶ νῦν μὲν οὕτω χαρίζεται τοῖς Ἕλλησιν ὁ Νέστωρ καὶ τοιοῦτον ἔπαθλον ὑπισχνεῖται τῷ μείναντι, παρακατιὼν