Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.361
Not analysed yet
δὲ θάνατον, ὡς ἐλέχθη, ἀπειλεῖται τῷ ἁψομένῳ πρὸ τῶν ἄλλων τῆς νηός. ἀρετὴ γάρ, φασί, ῥήτορος τὰ μὲν χαρίζεσθαι τοῖς τοιούτοις τῷ δήμῳ, τὰ δὲ καταπλήττειν ἀπειλῇ κολάσεων ἢ καὶ ἄλλως ἐκφοβεῖν· ὅπερ Ὀδυσσεὺς οὐκ ἐποίησε κεχαρισμένα μᾶλλον δημηγορήσας τοῖς Ἕλλησι. Φασὶ δὲ ἐνταῦθα οἱ παλαιοὶ καὶ ὅτι τὸ «πρίν τινα παρὰ Τρώων ἀλόχῳ κατακοιμηθῆναι» δηλοῖ μὲν τὸ ἕκαστον τῶν Ἀχαιῶν Τρωϊκὴν σχεῖν παλλακήν. Ὀδυσσεῖ δὲ οὐκ ἔπρεπε ῥηθῆναι. διὸ καὶ παρῆκε μὲν αὐτὸ ἐκεῖνος. ἔδοξε γὰρ ἂν προσπαθῶς αὐτὸς ἔχειν τὰ ἐς Ἀφροδίτην, ἐὰν κατακοιμήσεως Τρωϊκῶν ἀλόχων ἐμέμνητο. ὁ μέντοι Νέστωρ ἤδη ἀφυβρίσας διὰ τὸ βαθὺ γῆρας καὶ τῶν τοιούτων παυσάμενος οὐ διὰ πάθος οἰκεῖον, ἀλλὰ διὰ τὸ ὑπερπαθεῖν τῶν Ἑλλήνων τοιαῦτα λέγειν δοκεῖ, ἀξιῶν δίκην τοῖς Ἀχαιοῖς δοῦναι τοὺς Τρῶας, ἐξ ὧν εἰς τὸν Μενέλαον αὐτοὶ ἐπλημμέλησαν ἐμπαροινήσαντες τῇ Ἑλένῃ. Ὅτι δὲ τὸ τινά καὶ ὅλως τὸ τίς ἔστιν ὅτε τῇ κατ' αὐτὸ ἀοριστίᾳ ἰσοδυναμεῖ πρὸς τὸ ἕκαστος, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «ὥρα τιν' ἤδη κρᾶτα καλύμματι κρυψάμενον» καὶ ἑξῆς. δηλοῖ γὰρ ὡς καιρός ἐστιν ἕκαστον τῶν Σαλαμινίων λαθόντα φυγεῖν. [Ἰστέον δὲ καὶ ὅτι σεμνῶς τε καὶ πρὸς ἀκρίβειαν ἐρρέθη τὸ «πρίν τινα» καὶ ἑξῆς. οὐ γὰρ εἶχεν εἰπεῖν πρὶν ἡμᾶς ἢ πρὶν πάντας πὰρ Τρώων ἀλόχοις κατακοιμηθῆναι, τά τε ἄλλα καὶ διότι οὔτε ὁ Νέστωρ εὔκοσμος εἰπὼν τοῦτο περὶ ἑαυτοῦ καὶ οὐδ' ἂν σὺν ἅπασι καὶ ὁ Μενέλαος ἐθέλοι ἂν τοῦτο, καθὰ ἐν τοῖς ἑξῆς που σημειωθήσεται. Ὅρα δὲ καὶ τὸ κατακοιμηθῆναι δοκοῦν ἔμφασιν ἔχειν καταφορικὴν ἐξ ἀμύνης διὰ τῆς «κατά» ἐναντιωματικῆς προθέσεως. τὸ δὲ τοιοῦτον οἱ σεμνῶς παίξαντες κατελάσαι εἶπον. ὅτι δὲ τὸ τίς ἀόριστον καὶ εἰς καθολικὴν σημασίαν πληθύνεται διὰ τὸ ἀορισταίνειν, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «ὅστις γὰρ ἢ φρονεῖν μόνος δοκεῖ ἢ γλῶσσαν ἔχειν ὁμοίως ἢ ψυχήν, οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί». τὸ γὰρ ὅστις ταὐτόν ἐστι τῷ ὅσοι, ἵνα λέγῃ, ὅτι ὅσοι φρονεῖν μόνοι δοκοῦσιν.] (v. 356) Ἐν δὲ τῷ «Ἑλένης ὁρμήματα στοναχάς τε» ὁρμήματα μὲν λέγει τὴν ἐξ ἀρχῆς ἑκουσίαν ἐξ ἁρπαγῆς ἔλευσιν αὐτῆς εἰς Τροίαν, στοναχὰς δὲ τὸν ἐπὶ τούτοις μετάμελον. Φιλέλλην γὰρ ὢν ὁ ποιητὴς καὶ διὰ τοῦτο τῆς Ἑλένης ὑπερπαθῶν ἀπελθεῖν μὲν αὐτὴν εἰς τὴν Τροίαν ἱστορεῖ οὐ δυνάμενος ἀντικαταστῆναι τῇ ἀληθείᾳ· μεταμέλεσθαι δὲ αὐτὴν πολλαχοῦ λέγει, ὡς ἐν τοῖς