Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.362
Not analysed yet
μετὰ ταῦτα φανήσεται· ὅπερ καὶ μόνον ἐστὶν ἁμαρτίας ἴαμα. [σεμνῶς δὲ τὴν τῆς ἡρωΐδος ἑκούσιον συνακολούθησιν ἐς Τροίαν ὁρμήματα ὠνόμασεν οὐκ ἀνασχόμενος σκῶψαι τὴν βασιλίδα ἔξω καιροῦ.] (v. 359) Τὸ δέ «θάνατον καὶ πότμον ἐπίσπῃ» ἐκ παραλλήλου ἔχει ἐν ὁμοιότητι ἐννοίας κείμενα τὸν θάνατον καὶ τὸν πότμον. ταὐτὸν γὰρ ἐνταῦθα, ὡς καὶ ἀλλαχοῦ, ὁ πότμος τε καὶ ὁ θάνατος, [ὃ δὴ θεωρεῖται καὶ ἐν τῷ «θάνατόν τε μόρον τε».] Ὥσπερ δὲ ἐπισπών ὁ ἀκολουθήσας καὶ ἐπισπεῖν καὶ ἐπισπέσθαι τὸ ἀκολουθῆσαι, οὕτω δὴ καὶ τὸ ἐπίσπῃ χρόνου δευτέρου ἀορίστου ἐστί. δηλοῖ δὲ τὸ καταδιῶξαι ἤτοι καταλαβεῖν, ὡς μὴ τοῦ θανάτου εἰς αὐτὸν ἐλθόντος, ἀλλ' αὐτοῦ καταδιώξαντος καὶ εὑρόντος αὐτόν. (v. 360) Ὅτι Ἡσιόδῳ μὲν δοκεῖ ἐκεῖνον πανάριστον εἶναι, ὃς ἑαυτῷ πάντα νοεῖ, πρὸς ἰδιώτην λαλοῦντι· δευτερεύειν δὲ τόν, ὃς ἂν ἑτέρῳ εὖ εἰπόντι πίθηται· εἰ καί τις ὕστερον μετέγραψεν, ὡς ἐκεῖνος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται, ἐσθλὸς δ' αὖ κἀκεῖνος, ὃς αὑτῷ πάντα νοήσει. Ὅμηρος δὲ βασιλεῦσι νόμον τιθεὶς εἰς δύο μερίζει τὴν εὐβουλίαν αὐτοῖς, τήν τε ἰδίᾳ καθ' ἑαυτούς, ναὶ μὴν καὶ τὴν σὺν τοῖς βουλευταῖς. φησὶ γοῦν διὰ τοῦ Νέστορος· «ἀλλ', ἄναξ, αὐτός τ' εὖ μήδεο πείθεό τε ἄλλῳ», εὖ δηλονότι μηδομένῳ· τοῦτο γὰρ ἀπὸ κοινοῦ. ἐντεῦθεν δὲ καὶ Ἡρόδοτος λαβὼν ἔφη τὸ «ἴσον, ὦ βασιλεῦ, κέκριται φρονέειν τε εὖ καὶ τῷ λέγοντι χρηστὰ ἐθέλειν πείθεσθαι». Ὅρα δὲ ὅτι ὁ Νέστωρ οὐκ εἶπεν, ὡς ἐμοὶ πείθου, ἀλλὰ ἄλλῳ, ὅστις ἂν εἴη ἐκεῖνος ὁ ἄλλος. (v. 362 s.) Καὶ εὐθὺς ἐπάγει τὴν συμβουλήν, ᾗτινι δέον ἐστὶ πεισθῆναι τὸν βασιλέα, καί φησι· «κρῖνε ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον». εἶτα τίθησιν αἰτίαν τῆς ἀξιώσεως εἰπών· «ὡς φρήτρη φρήτρῃφιν ἀρήγῃ, φῦλα δὲ φύλοις», τουτέστι μὴ συγκεχυμένως ἔα τοὺς Ἕλληνας μάχεσθαι, ἀλλὰ πρῶτον μὲν κατὰ φῦλα τούτους δίελε, ὅ ἐστι κατὰ ἔθνη, οἷον τοὺς Κρῆτας ἰδίᾳ, ἐν μέρει τοὺς Ἀθηναίους, ἑτέρωθι τοὺς Σαλαμινίους καὶ τοὺς ἄλλους ὁμοίως. εἶτα δὴ αὖθις αὐτὰ τὰ φῦλα κρῖνε, τουτέστι διαχώριζε κατὰ φρήτρας, ἤγουν κατά τινα τμήματα φυλετικὰ καὶ συγγενικά. φρήτρη γάρ, φασίν, ἐστὶν ἡ τριττὺς ἤγουν τὸ τρίτον τῆς φυλῆς, ἵνα μὴ μόνον τὰ ἑτερόφυλα φῦλα ἀλλήλοις ἀρήγῃ, ὡς ὑφ' ἑνὶ εὐρυκρείοντι τῷ Ἀγαμέμνονι ὄντα, ἀλλὰ καὶ ἕκασται φρῆτραι ἀλλήλαις διὰ τὸ σύμφυλον. ὡς βούλεσθαι τὸν Νέστορα