Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.38
Not analysed yet
περισπᾷ δὲ μόνους τοὺς τῆς πέμπτης τῶν βαρυτόνων· σπείρω γὰρ σπερῶ φησι, κείρω κερῶ, φθείρω φθερῶ, καὶ τὰ ἄλλα ὡσαύτως. Δωριεῖς δὲ καὶ ἑτέρους δίχα τῆς πέμπτης περισπῶσι μέλλοντας· πεσῶ γάρ φασι καὶ κλαυσῶ καὶ ἐσῶ· ἐξ ὧν καὶ τὸ πεσεῖται καὶ κλαυσεῖται καὶ ἐσεῖται καὶ ἕτερα τοιαῦτα. Αἰολεῖς δὲ καὶ τοὺς τῆς πέμπτης περισπωμένους μέλλοντας βαρύνουσι καὶ διὰ τοῦ σ ἐκφέρουσι· σπέρσω γάρ φασι καὶ κέρσω καὶ φθέρσω. οὕτω δὲ καὶ ὄρω ὄρσω, τὸ διεγερῶ, ἐξ οὗ καὶ τὸ «νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν». οὕτω δὲ καὶ τοῦ ἔρρω, τὸ φθείρω, ὁ μέλλων ἔρσω Αἰολικῶς, ἐξ οὗ καὶ τὸ «ἀπόερσεν» ἐν τοῖς ἑξῆς ἀντὶ τοῦ ἀπέφθειρε. ποιοῦσι δὲ τοῦτο οἱ Αἰολεῖς πρὸς ἀναλογίαν τῶν λοιπῶν μελλόντων, οἳ δυνάμει ἢ ἐνεργείᾳ τῷ σ παραληγόμενοι βαρύνονται. Σημείωσαι δὲ ὅτι, ὥσπερ κακία λέγεται ἡ ἐναντία τῇ ἀρετῇ καὶ κακὸς ὁ ἐναντίος τῷ ἔχοντι ἀρετήν, οὕτω καὶ νοῦσον κακὴν ὁ ποιητὴς λέγει τὴν ἐναντίαν τῇ ἀρετῇ τοῦ σώματος, τῇ ὑγείᾳ, ἢ καὶ ἄλλως τὴν φευκτὴν ἐκ τοῦ χάζω, τὸ ὑποχωρῶ, ἣν δηλαδὴ ὡς ὀλεθρίαν φεύγομεν. διὸ καὶ ὁ ποιητὴς ἑρμηνεύων ἐπάγει «ὀλέκοντο δὲ λαοί». οὕτω καὶ τοῦ «κακῶς ἀφίει» ἑρμηνευτικὸν τὸ «κρατερὸν ἐπὶ μῦθον ἔτελλεν». ὥσπερ δὲ νόσον ἐνταῦθα ἔφη κακήν, οὕτω καὶ ἐν τοῖς ἑξῆς ἔριν κακὴν ἐρεῖ καὶ πόλεμον κακόν, [ἐξ ὧν ἄν τις χάζοιτο. ταῦτα δ' ἀνάπαλιν ἔχει πρὸς τὸ κακός, ὃ σημαίνει τὸν δειλόν, ὃς δηλαδὴ χάζεται τῆς μάχης ἀναχωρῶν καὶ φεύγων εἴτε καὶ ἀναδυόμενος. οὗ καὶ αὐτοῦ χρῆσις παρὰ τῷ ποιητῇ. δύναται δὲ κακὴ νόσος καὶ ἔρις εἶναι καὶ ὡς κακωτική.] Τὸ δὲ νοῦσος Ἰωνικὴν ἐπένθεσιν ἔχει τοῦ υ· ὡς γὰρ ὁδὸς οὐδὸς καὶ βότας «βούτας» παρ' Εὐριπίδῃ καὶ κόρος κοῦρος, ὁ νέος, καὶ ὀλομένη οὐλομένη καὶ ὅρος οὖρος, ὁ περιορισμός, καὶ γονὸς γουνός, ὁ γόνιμος τόπος, οὕτω καὶ νόσος νοῦσος κατὰ τοὺς Ἴωνας [μηκύνοντας τὸ ο τῇ προσλήψει τοῦ υ. οὗπερ ἀνάπαλιν οἱ Βοιωτοὶ ποιοῦσι κατὰ τὴν Ἡρακλείδου παράδοσιν προστιθέντες αὐτοὶ τῷ υ διχρόνῳ τὸ μικρὸν ο καὶ βραχυνομένου μέν, φησί, βραχύνοντες, μηκυνομένου δὲ μηκύνοντες, τὸ ὕλη οὔλη λέγοντες καὶ τὸ ὕδωρ οὔδωρ.] Ὅτι λαοὶ παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ αὔω, τὸ φωνῶ· ἐξ ὧν λααυὸς καὶ κατὰ κρᾶσιν λαὸς ἐκπεσόντος τοῦ υ δι' εὐφωνίαν· πολύφωνος γὰρ ὁ λαὸς καὶ ἀλαλητοῦ, ὅ ἐστι θορύβου, αἴτιος. καὶ οὕτω μὲν ἡ κοινὴ ἐτυμολογία. ἡ δὲ ἱστορία ἐκ τῶν λάων, ὅ ἐστι λίθων, παράγει τοὺς λαοὺς λέγουσα, ὅτι Κέκροψ πολυανθρωποῦσαν ἰδὼν τὴν Ἀττικὴν συγκαλεῖται τὸν ὄχλον καὶ παρασημαίνεται τὸν ἀριθμὸν λάεσσιν ἤτοι λίθοις ἑκάστου ἕνα ῥίψαντος κἀντεῦθεν ἐκεῖνοι λαοὶ ἐκλήθησαν καὶ ἀπ' ἐκείνων μένει τὸ ὄνομα. ὁ