Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.372
Not analysed yet
παυσωλὴ ἔσται οὐδ' ἠβαιόν, εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν». οὕτω γὰρ μέλλει διασκευάσαι τὴν μάχην ὁ ποιητὴς ἐκ πρωΐας τελουμένην ἕως νυκτός· [Καὶ ὅρα τὸ «διακρινέει μένος». μετ' ὀλίγα μὲν γὰρ ἡγεμόνες διακρινοῦσι λαοὺς αἰπολίων δίκην. ἡ δὲ μάχη οὐχ' ἁπλῶς ἄνδρας, ἀλλὰ μένεα διακρίνει ἀνδρῶν, ἰδίᾳ μὲν ποιοῦσα τοὺς νικῶντας, ἀφιστῶσα δὲ τοὺς ἡττωμένους.] (v. 394—7) Ὅτι ὥσπερ πρὸ τούτου τὴν ἐκ τῆς ἀγορᾶς ἔγερσιν τῶν Ἑλλήνων καὶ κίνησιν κύμασι πόντου εἴκασεν, εἶτα πάλιν τὴν ἐπαναστροφὴν ὁμοίως κύματι πολυφλοίσβοιο θαλάσσης, οὕτω καὶ νῦν τῶν Ἀχαιῶν ἀναστάντων μετὰ τὰς δημηγορίας τῶν ἀριστέων μέγα ἰάχειν αὐτούς φησιν, «ὡς ὅτε κῦμα ἀκτῇ ἐφ' ὑψηλῇ, ὅτε κινήσει Νότος ἐλθών, προβλῆτι σκοπέλῳ, τὸν δ' οὔ ποτε κύματα λείπει παντοίων ἀνέμων, ὅταν ἔνθ' ἢ ἔνθα γένωνται». καὶ ὅρα ὅπως ἀπὸ τοῦ αὐτοῦ πράγματος, ἐκ τῆς θαλάσσης δηλαδή, διαφόρους εἴληφε παραβολάς. Ἦν δὲ αὐτῷ ἡ μὲν πρώτη δηλωτική, ὡς ἐρρέθη, τῆς τῶν ἐθνῶν καὶ φύλων κινήσεως, ἡ δὲ δευτέρα τῆς παλινδρομήσεως, καθ' ἣν συχνὰ πρὸς τῷ αἰγιαλῷ τὰ κύματα βρέμουσιν· ἡ δὲ τρίτη αὕτη μόνης τῆς ἰαχῆς καὶ τῆς βοῆς τοῦ λαοῦ. Πολλαχοῦ δὲ καὶ ἐν τοῖς ἐφεξῆς ἀπὸ τῆς αὐτῆς ὕλης τεχνάσεται τοιαύτας τινὰς παραβολάς, ποικίλος ὢν τοῖς φιλακροάμοσι δαιταλεὺς καὶ κατὰ τὸν θρυλλούμενον τοῦ Ἀλεξάνδρου δειπνοκλήτορα ἐξ ἑνός τινος εἴδους πολλὰ τεχνώμενος ἐδεστά. παρέλαβε δὲ ἐν τῇ παραβολῇ ταύτῃ ἀκτὴν ὑψηλὴν καὶ Νότον εἰς ἔμφασιν τοῦ μεγέθους τῆς ἰαχῆς. κῦμα γὰρ ὁ Νότος ὠθῶν μέγα καθ' Ὅμηρον καὶ ὑψηλῇ προσρήσσων ἀκτῇ μεγάλην ἰαχὴν οἶδεν ἀποτελεῖν. (v. 396) Προβλῆτα δὲ σκόπελον λέγει λίθον προβεβλημένον τῆς θαλάσσης ὡς ἐν ἀκρωτηρίῳ, ἐξ οὗ ἔστι πολὺν τόπον κατασκοπεῖν. (v. 396 s.) Ἰστέον δὲ ὅτι ἔστι ποτὲ τὸν στερεὸν ἄνδρα καὶ κινδύνοις ἀπερικλόνητον τοιούτῳ προβλῆτι σκοπέλῳ εἰκάσαι, ὃν οὐ λείπει κύματα «παντοίων ἀνέμων, ὅτ' ἂν ἔνθα ἢ ἔνθα γένωνται». τοιούτῳ δέ πως καὶ τοὺς Ἕλληνας ὁ ποιητὴς ἀφομοιοῖ, οὓς ὡς θάλασσα δουλεύει, καθὰ προερρέθη, ἀνέμοις, οὕτω καὶ αὐτοὺς δουλεύοντας οἴδαμεν οὐ ταῖς βασιλικαῖς μόνον ἀλλὰ πολλάκις καὶ ταῖς τῶν γερόντων βουλαῖς, αἵτινες ἦσαν τὸ φεύγωμεν, τὸ μένωμεν, τὸ μαχώμεθα, τὸ ἔρχεσθ' ἐπὶ δεῖπνον καὶ τὰ λοιπά. [Ἰστέον δὲ ὡς, ἐπεὶ ἐκ τοῦ σκοπός γίνεται ὁ σκόπελος, λέγοιτ' ἂν καὶ σκοπιά, ἤδη δὲ καὶ περιωπή.] (v. 398) Ὅτι πολλαὶ τῶν λέξεων ἀπὸ συμφώνου ἀρχόμεναι, εἶτα τοῦ κατ' ἀρχὰς συμφώνου ἐκπεσοῦσαι, μένουσι πάλιν ἐπὶ τῆς αὐτῆς σημασίας, οἷον καύχημα αὔχημα, χλιαρόν λιαρόν, γαῖα αἶα, σμικρόν μικρόν, σῦς ὗς. οὕτω γοῦν καὶ σκεδάζω καὶ κεδάζω, οἷον· «κεδασθέντες ἐπὶ