Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.373
Not analysed yet
νῆας». Φασὶ δὲ καὶ τὸ πήγανον οἱ παλαιοὶ τοιούτῳ λόγῳ ἤγανον λέγεσθαι. Ὅτι τὴν μὲν βασιλικὴν θυσίαν ὡς ἀξίαν λόγου διὰ τὸν βασιλέα πολυλογεῖ κατωτέρω λέγων τί τε ἔθυσεν—ὅτι βοῦν δηλαδή—καὶ τίνι—ὅτι τῷ Διΐ— διεσκεύασε δὲ καὶ τὸ ὅπως, καθὰ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ τῷ Ἀπόλλωνι θυσία γίνεται. (v. 399 s.) Τὴν δὲ ἑκάστου τῶν Ἑλλήνων θυσίαν ἐπιτέμνων ἐν δυσὶν ἔπεσιν ἐπιτρέχει λέγων οὕτως ἐπὶ κεφαλαίου· «Κάπνισάν τε κατὰ κλισίας καὶ δεῖπνον ἕλοντο· ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων». ἔστι δὲ τὸ μὲν ἐκάπνισαν ἀντὶ τοῦ πῦρ ἀνῆψαν ἐπὶ θυσίᾳ τε [καὶ ἐπὶ ἀναγκαίῳ δείπνῳ τῷ πρὸ τῆς μάχης] ἐκ τοῦ παρακολουθοῦντος ῥηθέν. ἐπακολουθεῖ γὰρ τῇ τῶν ξύλων καύσει καπνός. πέφρασται οὖν ἐκ τοῦ πορρώτερον. τὸ μέντοι ἐγγύτερον παρ' Εὐριπίδῃ ἐν τῷ «πῦρ ἀνάψουσι θεοῖς». [Δύναται δὲ εἶναι τὸ ἐκάπνισαν καὶ ἀντὶ τοῦ ἔθυσαν, ἵνα λέγῃ, ὅτι θύσαντες εἶτα ἐδείπνησαν. εὐοδοῖ δὲ τὸν τοιοῦτον νοῦν τὸ «ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν» καὶ τὸ «κνίσση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ». καὶ οὕτω νοοῖτ' ἂν τὸ ῥηθὲν ἀντὶ τοῦ κνίσσαν ἀνήγαγον περιελισσομένην καπνῷ, εἴτ' οὖν τὸν οὐρανὸν ἐκνίσσωσαν θύμασι.] Τὸ δέ «ἄλλος ἄλλῳ ἔρεζε» γέγονε μὲν ἀρχὴ παροιμίας τῆς λεγούσης «ἄλλα παρ' ἄλλοις καλά». δηλοῖ δὲ πολυκλήτους εἶναι καὶ τοὺς Ἕλληνας, καθὰ καὶ τοὺς τῶν Τρώων ἐπικούρους, καὶ θύειν ἕκαστον πατρῴοις θεοῖς· τὸ γὰρ θεῖον, φασί, φύσει μὲν ἕν, θέσει δὲ πολλά. ὠφελημένος δὲ καὶ Εὐριπίδης ἐξ Ὁμήρου εἶπεν· «ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει». [(v. 400) Τὸ δὲ ἔρεζεν ἀδίπλωτον ἔχει τὸ ρ κατὰ συνήθη κλίσιν, ἧς τὸ μέτρον ἐδεήθη, ὡς καὶ ἐπ' ἄλλων γίνεται πολλαχοῦ. Ἀττικὸς δὲ ἀνὴρ διπλασιάζει καὶ αὐτό.] Ἰστέον δὲ ὅτι Τρῶες ἐν τοῖς ἑξῆς οὔτε δειπνήσουσιν οὔτε θύσουσι διὰ τὴν δηλωθησομένην κατέπειξιν· τάχα δὲ καὶ ἐκεῖνοι κατὰ τὸ σιωπώμενον πεποιήκασιν οὕτω πρὸ τῆς ἐκτάξεως. Αἰειγενέται δὲ ἢ ὧν τὸ γένος ἀεὶ διαρκεῖ ἤ, ὡς καὶ ἀλλαχοῦ φησιν, αἰὲν ἐόντες. Λέγεται γὰρ παρὰ τῶν παλαιῶν, ὅτι οἱ Ἴωνες τὸ εἶναι γενέσθαι φασίν· ὅθεν αἰειγενέτης ὁ ἀεὶ ὤν. [Ἰστέον δὲ ὡς οὐ μόνον διὰ τὸ κατεπεῖγον ἐνταῦθα τοῦ δείπνου εὐτελῆ τὰ θυόμενα τῷ τε δήμῳ καὶ τῷ βασιλεῖ, ἀλλὰ καὶ ἄλλως, ἐπειδὴ οὐ πολυτελῶς