Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.379
Not analysed yet
πρανές λέγεσθαι διὰ τοῦ α ὡς ἀπὸ τοῦ παρανεύειν ἢ μᾶλλον παρανέειν, ὅ ἐστι κολυμβᾶν, ἐπειδὴ παρανέουσιν ἐοίκασιν οἱ πρηνεῖς κείμενοι. λέγεται δὲ μεταφορικῶς πρανὴς καὶ ὁ κατάντης τόπος. ὅθεν καὶ παροιμία τὸ «σφαῖρα κατὰ πρανοῦς».] Ἰστέον δὲ ὅτι τὸ κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον ἀλλαχοῦ παραφράζων ὁ ποιητὴς ἠμύσαι φησὶ τὴν πόλιν τοῦ Πριάμου ἤγουν κλιθεῖσαν κάτω πεσεῖν. ἀπορήσῃ δὲ ἄν τις, ἐπειδὰν καταπέσοι τεῖχος ἐκ τοῦ ὀρθοῦ, οἷον τὸ τῆς Τροίας, τί τὸ διάφορον τοῦ πρηνὲς αὐτὸ πεσεῖν ἢ ὕπτιον, εἰ μὴ ἄρα, ὅτι τὸ ὕπτιον εὐφημότερον τοῦ πρανοῦς· τὸ γὰρ ὑπτιάζειν ἐπὶ ἀναπαύσεως μᾶλλον λέγεται. μάλιστα δὲ εὐφυὲς εἰπεῖν, ὅτι εὔχεται ὁ βασιλεὺς τὴν Τροίαν καταβαλεῖν οὐκ ἐκ πολυπόνου πολιορκίας τῆς ἔξω καὶ ἀντιπροσώπου, ἀλλ' ἐκ τῶν ἔσω καὶ οἷον εἰπεῖν κατὰ νώτου, κατὰ κράτος ἁλοῦσαν. πάντως δὲ πρόσωπον πόλεως τὸ ἔξω προφαινόμενον, ὃ ἐκ μὲν τῶν ἐκτὸς ἀνατραπὲν ὕπτιον πίπτει, ἐκ δὲ τῶν ἔσω ῥιφὲν πρηνὲς κεῖται, ὅπερ τάχα καὶ ἔπαθεν ἡ Τροία ῥᾳδίως καὶ ἀπονητὶ δόλῳ ἁλοῦσα, ὡς προγέγραπται. οὕτω καὶ ὅτε εὔξεταί που ἡ Ἑκάβη πρηνέα τινὰ πεσεῖν, ἐπὶ ἀτιμίᾳ ἐκείνου ἡ εὐχή, ἵνα μὴ κατὰ στέρνου πληγεὶς ἔντιμος πέσῃ μαχόμενος, ἀλλὰ φεύγων κείσεται πρηνὴς ἐκ τῶν ὀπίσω παθὼν τὴν πληγήν. (v. 414—6) Ὅρα δὲ ὅτι Ἀλεξάνδρου μὲν ἤ τινος ἑτέρου τῶν Τρώων οὐδεμία μνεία τῷ βασιλεῖ, Πριάμου δὲ μόνου καὶ Ἕκτορος, καθ' ὧν μάλιστα θυμοῦται, ὡς δυναμένων μέν, μὴ λυόντων δὲ ἐν δίκῃ τὸν πόλεμον. Διὸ μηδὲ τῆς Τροίας μνησθεὶς τὸ τοῦ Πριάμου μέλαθρον καταβαλεῖν εὔχεται καὶ θύρετρα διὰ πυρὸς δηΐου ἤγουν πολεμικοῦ πρῆσαι ἐπιλεξάμενος δηλῶσαι ὡς ἀπὸ μέρους τὴν μὲν τῶν Τρώων ἀπώλειαν διὰ τοῦ Ἕκτορος, τὴν δὲ τῆς πόλεως διὰ τοῦ οἴκου τοῦ Πριάμου. Λέγεται δὲ μέλαθρον μὲν κατὰ τοὺς παλαιοὺς ἢ ὁ ὄροφος ἢ τὸ μέσον τῆς στέγης ξύλον, ὅ, φασί, καλεῖται ὑπέρτονον. καὶ γίνεται ἀπὸ τοῦ μελαίνεσθαι αἰθομένου πυρὸς καπνῷ· ἐκ δὲ τούτου καὶ ὁ ὅλος οἶκος μέλαθρον, ὥσπερ καὶ ἀπὸ ἑστίας τῆς τοῦ πυρὸς ὡς ἐκ μέρους ἑστία τὸ ὅλον οἴκημα. Αἰθαλόεν δὲ ἢ τὸ αἰθαλωθησόμενον, ὥς φασιν οἱ παλαιοί, ἢ τὸ διαφανὲς καὶ λαμπρόν· αἴθω γὰρ οὐ μόνον τὸ καίω, ἀλλὰ καὶ τὸ λάμπω. [Ἀκριβέστερον δὲ τὸ πρῶτον, οὗ προΰπεστιν ἡ αἰθάλη, οὐ τέφραν δηλοῦσα κατά τινας, ἀλλὰ μάλιστα εἶδός τι καπνώδους ἀναθυμιάσεως ἐκ πυρός, ὁποία καὶ ἡ ἐκ τῶν καιομένων λίθων.] Πῦρ δὲ δήϊον λέγει πρὸς διαστο-