Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.380
Not analysed yet
λὴν τοῦ θυτικοῦ, φασί, καὶ θείου καὶ τοῦ γαμηλίου καὶ τῶν τοιούτων. [Τοῦ δὲ θύρετρα ὁ τύπος κατὰ τὸ τέρετρα, ὃ δηλοῖ τὰ τρύπανα.] (v. 417) Ῥωγαλέον δὲ ἀπὸ τοῦ ῥήσσω, οὗ μέσος παρακείμενος ἔρρηγα καὶ τροπῇ τοῦ η εἰς ω ἔρρωγα, ἐξ οὗ καὶ διερρωγὸς ἱμάτιον καὶ χιτὼν ῥωγαλέος. (v. 416) Χιτὼν δὲ ὁ πολεμικὸς θώραξ καθ' ὁμοιότητα τοῦ ἐν ἱματισμῷ, ἐπεὶ καὶ ὅπλα ἐνδύεσθαί φαμεν. [(v. 415) Πρῆσαι δὲ τὸ καῦσαι ἀπὸ τοῦ πυρῶ πυρώσω, οὗ συγκοπέντος εἰς τὸ πρῶ παράγωγον τὸ πρήθω, ἐξ οὗ καθ' ὑπέρθεσιν καὶ συστολὴν τὸ πέρθω. ἐκ δὲ τοῦ ῥηθέντος πυρῶ παράγωγον τὸ ἐμπυρίζω, ὥσπερ καὶ τοῦ πρῶ κατὰ ἀναδιπλασιασμὸν τὸ ἐμπιπρῶ καὶ τὸ ἐμπίπρημι.] (v. 418) Ὅτι ὀδὰξ λάζεσθαι τὴν γῆν, ἤγουν λαμβάνεσθαι τῆς γῆς, ἀπὸ τοῦ δάκω δάξω δάξ, [ἢ καὶ ὡς λήγω λήξω λήξ καὶ λάξ, οὕτω δήκω δήξω δήξ καὶ δάξ] καὶ κατὰ πλεονασμὸν ὀδάξ. δηλοῖ δὲ τὸ δάκνειν τὴν γῆν τοὺς πεφονευμένους ἐν τῷ σφαδάζειν. Τινὲς δὲ ὀδάξ ἀντὶ τοῦ μετὰ τῶν ὀδόντων. Λάζεσθαι δὲ οὐ μόνον αἰτιατικῇ συμβιβάζεται, οἷον· «ὀδὰξ λαζοίατο γαῖαν» καὶ «λάζετο δ' ἔγχος», ἀλλὰ καὶ γενικῇ, οἷον· «ἀλλ' ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει». παράγωγον δ' ἐξ αὐτοῦ τὸ λαζύω λάζυμι, ἐξ οὗ παρ' Εὐριπίδῃ τὸ «γεραιᾶς χειρὸς προσλαζύμεναι». Μετρικοῖς δὲ τὰ τοιαῦτα εὐαρεστεῖ· ἄλλως δὲ πλεονάζουσιν αἱ ἐκ τοῦ λαβεῖν κινήσεις. [Σημείωσαι δὲ ὅτι ἐνταῦθα ὤρθωσεν Ὅμηρος εἰς κοινὴν διάλεκτον τὴν Ἀττικὴν τοῦ βασιλέως εὐχήν. τὸ μὲν γάρ «ὦ Ζεῦ, μὴ πρὶν ἥλιον δῦναι», ἀττικίζεται, ὡς ἐρρέθη. τὸ δέ «πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι ὀδὰξ λαζοίατο γαῖαν» κοινῆς εὐχῆς ἐστι σχῆμα ἐχούσης καί τι κάλλους ἐν τῇ παρισώσει τοῦ πολέες καὶ πρηνέες. ὀδὰξ δὲ λάζεται γῆν ὁ ἐν τῷ πεσεῖν σφαδάζων καὶ δάκνων αὐτήν.] (v. 419 s.) Ὅτι ἐπὶ τοῦ παρακληθέντος καὶ προσηκαμένου μὲν τὴν δέησιν ἢ τὰ δῶρα, ὀψίζοντος δὲ εἰς βοήθειαν, οἰκεῖον εἰπεῖν τὸ «οὔ πω ἐπεκραίαινεν, ἀλλ' ὅ γε δέκτο μὲν ἱρά, πόνον δ' ἀμέγαρτον ὄφελλεν», ὅπερ ὁ Ὁμηρικὸς πεποίηκε Ζεὺς δεξάμενος μὲν τὰ βασιλικὰ ἱερὰ καὶ σημαίνων, φασίν, αἴσια, οὐ ταχὺ δὲ οὐδὲ