Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.39
Not analysed yet
δὲ μῦθος μετὰ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν καὶ τὴν ἐκεῖθεν λειπανθρωπίαν κελευσθῆναί φησι τὸν Δευκαλίωνα θῦσαι μὲν Διῒ Φυξίῳ περί που τὰ κατὰ τὸν Παρνασὸν μέρη, εἰς ἀέρα δὲ λᾶας ἤγουν λίθους ἀφιέναι ὑπὲρ κεφαλῆς, τοὺς μὲν αὐτόν, τοὺς δὲ τὴν γυναῖκα Πύρραν καὶ τὴν θυγατέρα Πανδώραν, ἣν Ἡσίοδος πρώτην γυναῖκά φησι· καὶ πάντας τούτους τοὺς λίθους εἰς ἀνθρώπους μεταπεσεῖν ζῳωθέντας καὶ διὰ τοῦτο κληθῆναι λαούς. τοῦτο δὲ καὶ παρὰ Πινδάρῳ κεῖται εἰπόντι «ἄτερ εὐνᾶς ἐκτήσαντο λίθινον γόνον, λαοὶ δ' ὀνόμασθεν». ὁ δὲ τοιοῦτος μῦθος ἀπὸ θαύματος πεπλάσθαι δοκεῖ. θαυμάζοντες γάρ, ὡς εἰκός, οἱ τότε τὴν πάλιν μετὰ τὸν κατακλυσμὸν πολυανθρωπίαν τοῦτο ἐπλάσαντο, οἱονεὶ λέγοντες ὅτι ὁ κατακλυσμὸς πάντα παρέσυρε πλὴν εἰ μὴ ἄρα λίθους, ἐξ ὧν ἡ τῶν ἀνθρώπων γέγονε πολυπλήθεια. καὶ συγχωρητέον τῷ μύθῳ, ὥσπερ ἀπολιθοῦντι διὰ τῆς Γοργόνος τοὺς ἀνθρώπους, οὕτω καὶ ἐκ λίθων ἀνθρώπους ποιοῦντι, ὃς καὶ τοὺς ἐξ ἀρχῆς ἀνθρώπους ἐκ δρυῶν καὶ πετρῶν ἐγέννα καὶ ἐκ γῆς δὲ αὐτοὺς ἀνεβλάστανεν ὡς τοὺς Σπαρτοὺς καὶ ἐκ μυρμήκων δὲ μετέβαλλεν. ὁ δ' αὐτὸς μῦθος ὁ ἐκ λίθων ἀνθρώπους ποιήσας ληφθήσεταί ποτε καὶ εἰς σκῶμμα σκληρῶν ἀνθρώπων, ὡς ἐοικέναι τοῖς τοιούτοις τὸν μῦθον τοῦτον ἐπαληθεύεσθαι. ὅτι δὲ ἡ σκληρότης εἰς λιθωδίαν λαμβάνεται, δηλώσει καὶ ὁ ποιητής, ὅτε εἴπῃ «λαοὺς δὲ λίθους ποίησε Κρονίων», τουτέστι σκληρούς, ἀτέγκτους, ἀσυμπαθεῖς. (v. 9—11) Ὅτι τρεῖς ἐνταῦθα ὁ ποιητὴς αἰτίας ἐξηρτημένας ἀλλήλων τίθησιν, ὡς δηλοῦσι καὶ οἱ αἰτιολογικοὶ σύνδεσμοι. φησὶ γὰρ ὅτι τοὺς βασιλεῖς ὁ Ἀπόλλων τῇ ἔριδι ξυνέβαλε. διὰ ποίαν αἰτίαν; «ὃ γὰρ βασιλῆϊ χολωθείς» νόσον ἐπήγειρε τοῖς Ἕλλησι. τίνος ἕνεκεν; «οὕνεκα τὸν Χρύσην ἠτίμησεν ὁ βασιλεύς». διὰ τί δέ; «ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν» καὶ τὰ ἑξῆς. καὶ ἔστι τὸ σχῆμα ἐμπερίβολον. τοιοῦτον δέ τι ποιήσει καὶ ἀλλαχοῦ πολλαχοῦ καὶ ἐν τῷ λόγῳ δὲ τοῦ βασιλέως τῷ περὶ Χρυσηΐδος. Ὅρα δὲ ὅτι οὐ λέγει κατὰ τοὺς ὕστερον ἀτιμῶ ἀτιμώσω ἐν τρίτῃ συζυγίᾳ, ἀλλὰ ἀτιμήσω κατὰ δευτέραν συζυγίαν, ὡς καὶ ἀλλαχοῦ φανήσεται. Τὸ δὲ οὕνεκα σύνδεσμός ἐστιν αἰτιολογικός. γέγονε δὲ ἀπὸ τοῦ οὗ ἕνεκα. διὸ καὶ δασύνεται παθὸν ἔκθλιψιν τοῦ μετὰ τὴν καταρχὴν δευτέρου φωνήεντος, ὡς καὶ τὸ ὦ ἐτάν, ὦ 'τάν, καὶ μὴ ἔστι, μή 'στι, καὶ ἄλλα πολλά. [(v. 12) Τὸ δέ «ὃ γὰρ ἦλθεν» ἐπαναφορὰν ποιεῖ μετὰ τοῦ «ὃ γὰρ βασιλῆϊ χολωθείς», ποιητικὴν μέντοι καὶ οὐ πεζῷ λόγῳ πρέπουσαν. Θοαὶ δὲ νῆες ἢ ταχεῖαι ἤ, ὥσπερ θοὸν βέλος τὸ ὀξύ, οὕτω θοαὶ καὶ αὐταί, ὡς ὀξεῖαι τὰ περὶ πρῷραν, ἵνα ταχὺ οὕτω πλέοιεν τέμνουσαι ῥᾷον τὸ ὕδωρ.] (v. 13) Ὅτι ἐπὶ αἰχμαλώτων ἐξωνήσεως οἰκεῖον τὸ λύεσθαι. ὅθεν καὶ λύτρα τὰ δῶρα λέγονται τὰ εἰς τοῦτο διδόμενα. τὰ δ' αὐτὰ καὶ