Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.40
Not analysed yet
ἄποινα, ὡς ἄν τις εἴποι ἄφοινα, δι' ὧν τις φόνου λύεται. ὁ μέντοι μὴ ἐξωνησάμενος, ἀλλὰ τρόπον ἄλλον ἐκ τῶν πολεμίων τινὰ ἐξαγαγών, ῥύεσθαι λέγει, οὐ μὴν λύεσθαι, καὶ τὰ ὑπὲρ τούτου διδόμενα οὐ λύτρα, ἀλλὰ σῶστρα, ποτὲ δὲ καὶ ζῳάγρια. τὸ γὰρ λύεσθαι καὶ τὸ λύτρον κυρίως ἐπὶ ἐξωνήσεως αἰχμαλώτου ἢ ζῶντος ἢ καὶ τεθνεῶτος, ὁποῖος ὁ Ἕκτωρ ἐν τῇ ωʹ ῥαψῳδίᾳ. διὸ καὶ Ὅμηρος ἐπιμένει τῇ λέξει ταύτῃ διὰ τὸ καίριον καὶ ὧδε καὶ ἐκεῖ. λέγεται δὲ καὶ παθητικῶς καὶ κατ' ἐνέργειαν, ὡς δῆλον ἐκ τοῦ ποιητοῦ, ποτὲ μὲν λέγοντος «λυσόμενός τε θύγατρα» ποτὲ δέ «παῖδα δέ μοι λύσατε φίλην» καὶ «τὴν δ' ἐγὼ οὐ λύσω» καὶ «οὐδ' ἀπέλυσε θύγατρα». Ὅτι συνετὸς ὁ Χρύσης, ὃς ὑπὲρ τῆς θυγατρὸς ἐλθὼν εἰς τὸ Ἑλληνικὸν ναύσταθμον ἄποινά τε φέρων λαμβάνει μεθ' ἑαυτοῦ καὶ οὐχ' ἁπλῶς ἄποινα, ἀλλὰ καὶ ἀπερείσια ἤτοι λαμπρὰ καί, ὡς ὁ Ὅμηρος ἐρεῖ, ἀγλαά, πρὸς ἅπερ ἀπερείσειεν ἄν τις τὸν λογισμόν· ἢ καὶ ἄλλως, ἀπερείσια ἤγουν κατὰ μετάθεσιν εἰπεῖν ἀπειρέσια. (v. 14) καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ τοῦ Ἀπόλλωνος αἴρει στέμμα, ἔτι δὲ καὶ τὸ σκῆπτρον, ἵνα ἢ δοκῇ καὶ αὐτὸς ὁ Ἀπόλλων συμπαρεῖναι αὐτῷ ἢ πρέσβυς οὗτος ἥκειν ἐκ τοῦ Ἀπόλλωνος, ὡς ἂν κατὰ τοὺς παλαιούς, εἰ μὲν εἴη φιλοχρήματος ὁ Ἀγαμέμνων, δῶρα λαβὼν λύσηται τὴν παῖδα, εἰ δὲ φιλόθεος, αἰδέσηται τὰ τοῦ Ἀπόλλωνος παράσημα. διὸ καὶ ἡ δημηγορία τοῦ Χρύσου λέγει, ὡς ἂν τὰ δῶρα λάβῃ ἁζόμενος τὸν Ἀπόλλωνα, οἷα μηδὲ λογισομένου δῆθεν τοῦ Χρύσου δῶρα δοῦναι, ἀλλ' ἐπιγράψοντος τὸ πᾶν τῇ τιμῇ τοῦ Ἀπόλλωνος. εἰ τοίνυν ὁ βασιλεὺς οὐ πεισθήσεται, ἀλλὰ καὶ ἀπειλήσεται τῷ γέροντι, καί τι καὶ κατὰ τοῦ στέμματος ἐρεῖ καὶ τοῦ σκήπτρου, πιθανῶς ἂν ὁ Ἀπόλλων θυμωθείη καὶ ποιήσῃ τὰ μυθευόμενα, ὡς ἐν τοῖς μετὰ ταῦτα εἰρήσεται. Ἰστέον δὲ ὅτι τε τὸ «φέρων ἄποινα» ἤτοι λύτρα ἀντὶ τοῦ βαστάζων λέγεται, ὃ τί διαφέρει τοῦ ἄγειν, πολλαχοῦ φανήσεται. καὶ ὅτι ἐπὶ βάρους ἀχθεινοῦ κυρίως τὸ φέρειν· διὸ τὸ στέμμα οὐ φέρει ὁ Χρύσης, ἀλλ' ἐν χερσὶν ἔχει ὡς ἐλαφρόν· καὶ ὅτι [κατ' ἔρωτα τῆς μυθολογουμένης Δάφνης] δάφνινον ἦν τὸ στέμμα τὸ τοῦ Ἀπόλλωνος. καὶ ὅτι αὐτῷ ἀνάκειται τὸ τῆς δάφνης φυτὸν [λεγόμενον οὕτω παρὰ τὸ δα ἐπιτατικὸν καὶ τὸ φωνεῖν· τοιοῦτον γάρ ἐστι καιόμενον, καθὰ καὶ ὁ πρῖνος]. καὶ ὅτι μαντικῆς αὐτό ἐστι σύμβολον, καθάπερ ἄλλοις πλατύτερον καὶ σοφώτερον εἴρηται. (v. 15) Τὸ δὲ σκῆπτρον χρυσοῦν ἐνταῦθα πλάττει ὁ ποιητὴς τῷ Ἀπόλλωνι, τουτέστι τῷ Ἡλίῳ, διὰ τὸ καὶ τὸ μέταλλον τοῦ χρυσοῦ Ἡλίῳ παρὰ τῶν παλαιῶν ἀνατίθεσθαι, ὡς τῇ Σελήνῃ τὸν ἄργυρον καὶ ἑτέρῳ τῶν πλανήτων ἄλλο τι, καθάπερ ἐν τοῖς τοῦ Πινδάρου φέρεται. σημεῖον δὲ βασιλείας καὶ λόγων καὶ δίκης κατὰ τοὺς παλαιοὺς τὸ σκῆπτρον ἦν. Ἀγαμέμνων τε γὰρ ὁ εὐρυκρείων ἵσταται