Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.391
Not analysed yet
τι ἐμφαίνει καὶ τὸ «μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε» καὶ τὸ «μυρία Ὀδυσσεὺς ἐσθλὰ ἔοργεν». Ἀνθεμόεις δὲ ὁ πολύφυτος καὶ διὰ τοῦτο ἐν καιρῷ πολλοῖς ἀνθέμοις ἤγουν ἄνθεσι βρύων. ἐντεῦθεν δὲ τροπικῶς καὶ λέβης ἀνθεμόεις ὁ οἷον ἀνθῶν τῷ κάλλει τοῦ ποικίλματος. καὶ μὴν ἐκεῖνος καὶ ὡς ἀναθηματικὸς δοκεῖ οὕτω λέγεσθαι. Ὥραν δὲ τὴν ἐαρινὴν λέγει κατ' ἐξοχὴν ἢ κατ' ἔλλειψιν. προϊὼν γοῦν φησιν· «ὥρῃ ἐν εἰαρινῇ», ἐνταῦθα μὲν ἐλλείψας, ἐκεῖ δὲ εἰπὼν ἐντελῶς, ὁποῖόν τι ποιεῖ καί, ὅτε πατρίδα λέγει ἐλλειπτικῶς καὶ πατρίδα γαῖαν ἐντελῶς. (v. 469—73) Ὅτι τὸ τῶν Ἑλλήνων θρασὺ καὶ ἐπιθυμητικὸν τοῦ αἵματος, ἔτι δὲ καὶ τὸ πλῆθος αὐτῶν ἐμφαίνων προϊὼν μὲν ἐρεῖ, ὅτι οὔπω τοιόνδε τις τοσόνδε τε λαὸν ὄπωπεν· ἐνταῦθα δὲ τοὺς Ἕλληνας μυίαις εἰκάζει πετομέναις εἰς ἀμελγόμενον γάλα λέγων, ὅτι τόσοι ἵσταντο Ἀχαιοὶ ἐν πεδίῳ οὐχ' ἁπλῶς, ἀλλὰ διαρραῖσαι μεμαῶτες, καθὰ μυιάων ἀδινάων ἔθνεα πολλά, αἳ κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει. καὶ σημείωσαι ὅτι τὸ μὲν τόσσοι πλήθους δηλοῖ ποσότητα, τὸ δὲ διαρραῖσαι μεμαῶτες θάρσους ποιότητα. καὶ ὅτι οὐ πρὸς τὴν Ἑλληνικὴν ἀνδρίαν ἡ εἰκὼν τῶν μυιῶν· οὐ γὰρ πρὸς ἰσχύος ἔνδειξιν, ἀλλὰ πρὸς μόνον θάρσος καὶ ἀναίδειαν παρείληπται ἡ παραβολὴ αὕτη, [ὥσπερ ἡ τῶν μελισσῶν πρὸ ταύτης πρὸς τὴν ἰλαδὸν κίνησιν τῶν Ἀχαιῶν ἐκ τῶν σκηνῶν εἰς τὴν ἀγοράν· οὐ μὴν πρός τι φοβερόν, εἰ καὶ ἄλλως δεινότεραι μυιῶν αἱ μέλισσαι διὰ τὸ κατ' αὐτὰς πληκτικόν·] ἵσταντο γάρ, φησί, διαρραῖσαι μεμαῶτες δίκην μυιῶν, ὃ δὴ καὶ ἀλλαχοῦ ποιῶν λέγει θάρσος μυίας ἐντεθῆναί τινι τῶν ἡρώων. (v. 469) Ἀδινὰς δὲ μυίας ὥσπερ καὶ μελίσσας δι' ἑνὸς δέλτα καὶ συστολῆς τῆς ἀρχούσης ἢ τὰς λεπτὰς λέγει ἢ τὰς πυκνὰς καὶ ἀθρόον πετομένας. [Παρῴδηται δέ πως ἐνταῦθα τὸ «ἠΰτε μυιάων ἀδινάων ἔθνεα πολλά» ἐκ τοῦ «ἠΰτ' ἔθνεα εἶσι μελισσάων ἀδινάων». τὴν δὲ τούτων συγγένειαν τῶν παραβολῶν οἴδασι καὶ οἱ γεωργικοὶ μυίας, ὅτε δόξει αὐτοῖς, καὶ τὰς μελίσσας λέγοντες.] (v. 470) Σταθμὸς δὲ νῦν μὲν ἀγροτικὴ κατοικία, ὅ ἐστιν ἔπαυλις, [ἣν ὁ Σοφοκλῆς μεταπλάσας σταθμὰ λέγει.] λέγεται δέ ποτε καὶ ἐπὶ ζυγοῦ τοῦ τὰ βάρη ταλαντεύοντος καὶ ἐπὶ παραστάτου δὲ οἰκίας. ὅτε μέντοι ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδε σταθμοὶ τοσοίδε λέγονται, τοπικὸν ἐκεῖ διάστημα δηλοῖ ὁ σταθμός, ὡς εἴ τις