Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.392
Not analysed yet
εἴποι στάσιν ἢ μονὴν ἢ τὴν λεγομένην ἀλλαγήν. [Τὸ δὲ ποιμνήϊον πλεονασμὸν ἔχει τοῦ η καθὰ καὶ τὸ πολεμήϊον καὶ τὸ οἰήϊον, ὃ δηλοῖ πλοίου οἴακα, καὶ οὐκ ἂν ἔχοι ἀμφιβολίαν ὡς τὸ ξυνήϊον.] Τὸ δὲ ἠλάσκειν γίνεται μὲν ἐκ τοῦ ἀλῶ, δηλοῖ δὲ τὸ πλανᾶσθαι· καὶ καλῶς εἴρηται ἐπὶ μυιῶν· πλανῶνται γάρ πως ἀεὶ πετόμεναι. (v. 471) Τὸ δέ «γλάγος ἄγγεα δεύει» ἐκ τοῦ παρακολουθοῦντος εἴρηται περιφραστικῶς ἀντὶ τοῦ «ὅτε γάλα ἀμέλγεται», πολύ τε καὶ πῖον καὶ γλυκύτερον καὶ μυιῶν ἐπισπαστικόν· διὸ καὶ τὴν ἐαρινὴν ὥραν παρέλαβεν, ἐν ᾗ μάλιστα τὰ τοιαῦτα γίνεται. [Γλάγος δὲ γάλα ἀγανόν, ὅ ἐστιν ἡδύ· γάλα μέντοι παρὰ τὸ καλόν ἢ διὰ τὸ ἐκ γυίων ἅλλεσθαι· ἀπ' αὐτοῦ δὲ καὶ γλάξ βοτάνη γαλακτοποιὸς ταῖς ἐσθιούσαις. (v. 474—7) Ὅτι ἡ προμνημονευθεῖσα ἐκ τῶν αἰγῶν παραβολὴ οὕτω φράζεται Ὁμηρικῶς· «τοὺς δ' ὥς τ' αἰπόλια πλατέ' αἰγῶν αἰπόλοι ἄνδρες ῥεῖα διακρίνουσιν, ἐπεί κε νομῷ μιγέωσιν, ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα ὑσμίνηνδ' ἰέναι».] (v. 474) Ἰστέον δὲ ὅτι αἰπόλια πλατέα αἰγῶν ἢ τὰ μεγάλα ἢ μᾶλλον παρατετηρημένως τὰ πεπλατυσμένα, ἐπείπερ αἱ αἶγες ἐσκεδασμέναι νέμονται. τὰς μέντοι ὄϊς ἀδινάς τε λέγει καὶ ἀγχηστίνας, ἤγουν ἄγχι ἑστηκυίας, πυκνάς· πυκνοῦνται γὰρ ἐν τῇ νομῇ καὶ οὐ πολὺ διΐστανται. δῆλον δὲ ὅτι αἰπόλιον μὲν λέγεται αἰγῶν, ποίμνιον δὲ προβάτων. ἔστι δ' ὅτε γενικῶς πάντα τῷ ποιμνίῳ περιέχονται. διὸ ἀνωτέρω σταθμὸν ποιμνήϊον ἔφη ἁπλῶς τὸν ἀγροτικόν. ἐκ περισσοῦ δὲ κεῖται τὸ αἰγῶν. ἀρκεῖ γὰρ τὸ αἰπόλιον εἰς νόησιν αἰγῶν· αἰπόλιον γάρ τις ἀκούσας αἰγῶν πλῆθος ἐνόησεν. οὕτω δὲ καὶ ἐν τῷ «συῶν συβόσιον» παρέλκει τὸ συῶν. εἰσὶ δέ, ὡς προεγράφη, καὶ ἄλλα τοιαῦτα. (v. 476) Ἐν δὲ τῷ «ἡγεμόνες διεκόσμεον» διακοσμεῖν λέγει τὸ εὐκόσμως τάττειν, ὅθεν καὶ κοσμήτωρ ὁ ἡγεμών· καὶ κόσμιος δὲ ἐντεῦθεν ὁ εὔτακτος, ἄκοσμος δὲ ὁ μὴ τοιοῦτος. καὶ οὐκ ἐν κόσμῳ φεύγειν τὸ ἀτάκτως τῆς μάχης ὑποχωρεῖν. [Διήκει δὲ ἡ λέξις καὶ εἰς ἄλλα, οἷον καὶ εἰς δαῖτα, ἧς λυθείσης ἀποκοσμεῖται ἔντεα δαιτός. καὶ εὔκοσμος δὲ εἴδησις λέγοιτ' ἄν, ἧς ἀνάπαλιν ἔχει ὁ ἄκοσμά τε πολλά τε εἰδώς. εἴη δ' ἂν καὶ ἔρις κοσμία, ἣν ὁ μὴ ποιούμενος μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐρίζει. (v. 475) Τὸ δέ «ῥεῖα διακρίνειν» αἰπόλου δηλοῖ ἀρετὴν εἰδότος οὕτω ῥᾷον ποιεῖν. Νομὸς δέ ποτε μεταφορικῶς καὶ ἐπὶ πληθυσμοῦ, ὡς δηλοῖ