Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.398
Not analysed yet
μονας καὶ αὐτόπτας τοῦ πράγματος. [Ἔνθα ὅρα κάλλος ἐν τρισὶ ῥήμασι καὶ δυσὶ συνδέσμοις καίριον καὶ φυσικὸν καὶ γοργόν, οὐ μὴν περίεργον καὶ ἐπιτετηδευμένον κατὰ τὰ ὕστερον· τοιοῦτον γὰρ πάντως τὸ «θεαί ἐστε πάρεστέ τε ἴστε τε». ὁ μέντοι γράψας πρὸς ἀστεϊσμὸν τὸ «νάρκη πνικτή, πέρκη σχιστή, τευθὶς σακτή», ταὐτὸν δ' εἰπεῖν κατὰ τοὺς ἰδιωτίζοντας παραγεμιστή, «γλαύκου προτομή, γόγγρου κεφαλή», ἔτι δὲ καὶ ὁ παρισώσας τὸ «τυρὸς ξηρός, τυρὸς κοπτός, τυρὸς ξυστός, τυρὸς τμητός» καὶ ὅσα δὲ ἄλλα τοιαῦτα—μυρία δέ εἰσιν ἐκεῖνα—καλλωπίζουσι μὲν γοργῶς καὶ εὐρύθμως, οὐ μὴν σεμνῶς καὶ φύσει καθ' Ὅμηρον.] (v. 488—90) Τὸ δέ «οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω», ἢ ἁπλῶς εἴπω καὶ διηγήσωμαι, «οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι», ὡς καὶ προεγράφη, «δέκα δὲ στόματα εἶεν, φωνὴ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη» ἐπὶ πραγμάτων μεγάλων ἁρμόζει, ἃ μόλις ἄν τις ἀφηγήσηται. (v. 490) Σημείωσαι δὲ ὅτι τὸ «φωνὴ δ' ἄρρηκτος» εἴη, δέδωκεν ἀφορμὴν τοῖς Στωϊκοῖς τοῦ σῶμα λέγειν τὴν φωνήν· σωμάτων γὰρ εἶναι δοκεῖ τὸ ῥήγνυσθαι. εἰ γὰρ καὶ ὁ Πλάτων οὐ σῶμα λέγει αὐτὴν εἶναι, ὡς ἐν τῷ γίνεσθαι τὴν ὕπαρξιν ἔχουσαν, μετὰ δὲ τοῦτο μὴ ὑφισταμένην, ἀλλ' οἱ τῆς Στοᾶς σῶμα ἔλεγον τὴν φωνὴν διὰ τὸ δραστικὸν αὐτῆς καὶ παθητικόν. δρᾷ μὲν γάρ, φασίν, ἀκουομένη· πάσχει δὲ ἀνιεμένη καὶ ἐπιτεινομένη. ἔτι δέ, φασί, σῶμά ἐστιν ἡ φωνὴ καὶ διότι πίπτει ὑπὸ αἴσθησιν, τὴν ἀκοὴν δηλαδή, ἔτι δὲ καὶ διὰ τὴν ἀντιτυπίαν· ἀντιτυπεῖ γὰρ προσπίπτουσα ταῖς ἀκοαῖς. (v. 489 s.) Ὅρα δὲ καὶ ὅτι δέκα γλωσσῶν καὶ στομάτων τοσούτων μνησθείς, οἷς συμμερίζοιτο ἂν καὶ ἡ φωνή, τὸ ἦτορ ἑνικῶς εἶπεν· ἐπεὶ καὶ ὁ μῦθος μόρια μὲν σωματικὰ πολλάκις πληθύνει, ὡς δηλοῦσι καὶ οἱ Ἑκατόγχειρες καὶ τὰ πολυκέφαλα τέρατα, ἐπὶ δὲ ψυχῆς οὐδὲν τοιοῦτον ἐτερατεύσατο, ὡς πλάσασθαί τινα καὶ πολύψυχον. ἡ μέντοι τραγικὴ εὐχὴ ἡ θέλουσα φωνήεντα γενέσθαι πολλὰ τῶν μορίων τοῦ σώματος, τῆς Ὁμηρικῆς ταύτης ἀσφαλείας τε καὶ σεμνότητος πολὺ ἐκπέπτωκεν, ὁρμᾶται δέ πως ἐκ τοῦ μύθου τοῦ κατὰ τὸν Ἄργον· εὔχεται γὰρ ἡ τραγικὴ Ἑκάβη μονονουχὶ στόμασι κατατετρῆσθαι πολλοῖς, ὥς που καὶ ὁ Ἄργος τοῖς ὄμμασιν. [Ἰστέον δὲ ὅτι παρὰ τὸ δέκα μὲν στόματα καὶ ἑξῆς πέπαικταί τινι παλαιῷ ὡς ἐκ προσώπου λίχνου τὸ «ἀλλ' ἀδύνατα βούλομαι· οὔτε στόματα γὰρ οὔτε χείλη πέντ' ἔχω». γλυκύτερον δὲ τὸ τοῦ παρῳδοῦ Μάτρωνος· «πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοί-