Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.399
Not analysed yet
μην; οὐδ' εἴ μοι δέκα μὲν χείλη, δέκα δὲ στόματ' εἶεν, γαστὴρ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη». παρῴδηται δὲ τὸ «πῶς ἂν ἐγώ» καὶ ἑξῆς ἐξ Ὀδυσσείας· «πῶς ἂν ἔπειτ' Ὀδυσσῆος ἐγὼ θείοιο λαθοίμην».] (v. 493) Ἐν δὲ τῷ «νῆας προπάσας» ἢ περιττὴ ἡ προ πρόθεσις ἢ τὸ διόλου καὶ ἐνταῦθα δηλοῖ. Ἐν δὲ τῷ «ἀρχοὺς νηῶν ἐρέω νῆάς τε προπάσας» ὁ σκοπὸς τῆς Βοιωτίας κεῖται κατὰ λόγον προαναφωνήσεως ἤτοι προεκθέσεως· τέλος γὰρ αὐτῆς νηῶν τε καὶ ἀρχηγῶν κατάλογος, ὡς αὐτίκα φανήσεται. καὶ ὅρα τὸ «ἀρχοὺς αὖ νηῶν ἐρέω». διὰ γὰρ τοῦ ἐρέω ἐκφαίνει ἀριδήλως, ὅτι ὑποφητεύει ταῖς Μούσαις ὑποβολέως δίκην καὶ αὐταὶ μὲν ᾄδουσιν ἢ ἐννέπουσιν αὐτῷ, αὐτὸς δὲ τοῖς Ὁμηρίδαις ὡς οἷά τις μουσόληπτος. ὥστε ἐν τῷ «μῆνιν ἄειδε θεά» προσυπακουστέον τὸ δι' ἐμοῦ, «ὃς ἀεὶ ἐν Μούσαις εἰμί», ὃ δὴ περὶ τῶν ποιητῶν ἢ τῶν ἁπλῶς λογίων Εὐριπίδης φησί. καὶ ἐν τῷ «ἄνδρα μοι ἔννεπε Μοῦσα» συνεννοητέον τὸ «ἵνα ἐγὼ τοῖς ἄλλοις ἐρέω». ΚΑΤΑΛΟΓΟΣ ΝΕΩΝ Ὅτι Κατάλογος μὲν νεῶν ἤτοι ἐξαρίθμησις τὸ ἐφεξῆς τῆς παρούσης ῥαψῳδίας ἀπὸ τοῦ ἔργου ὠνόμασται, Βοιωτία μέντοι ἀπὸ μόνης τῆς προοιμιακῆς εἰσβολῆς ἐχούσης οὕτω· (v. 494) «Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον.» διὰ τί δὲ ἀπὸ τῶν Βοιωτῶν ἤρξατο, δηλοῦσιν οἱ παλαιοὶ λέγοντες ποιῆσαι οὕτω τὸν ποιητὴν διὰ τὸ χαρίζεσθαι ταῖς ἀνωτέρω παρακληθείσαις Μούσαις, ὧν ἐνδιαίτημα ἦν ὁ Βοιώτιος Ἑλικὼν φυλάσσων μέχρι καὶ νῦν τὴν κλῆσιν. οἱ δὲ τῆς Φωκίδος εἶναι τὸν Ἑλικῶνα λέγοντες ἀκούουσιν ἐκ τῶν παλαιῶν ἐνστάσεις τινάς. καὶ ἄλλως δὲ ἀπὸ τῶν Βοιωτῶν ἡ ἀρχή, διότι, φασίν, αὐτοὶ μόνοι πέντε εἶχον ἡγεμόνας· τινὲς δέ, διότι πολύπολις ἡ Βοιωτία. τοῦτο δὲ οὐχ' ὑγιές· καὶ ἡ Κρήτη γὰρ ἑκατόμπολις καὶ ἡ Λακωνικὴ δέ. τί οὖν μὴ ἐξ αὐτῶν ἤρξατο; οἱ δέ, ὅτι ἐν Αὐλίδι πόλει τῆς Βοιωτίας ὁ ναύσταθμος γέγονε τοῖς Ἀχαιοῖς· Ἕτεροι δέ, διότι ἐν μεσαιτάτῳ τῆς Ἑλλάδος κεῖται ἡ Βοιωτία· ἔστι γὰρ αὐτῇ ἐξ ἀνατολῶν μὲν Εὔριπος, ἐκ δὲ δυσμῶν Φωκίς, ἐκ βορείων Λοκρὶς καὶ ἐκ μεσημβρίας Ἀττική· κατὰ δὲ ἐνίους, διότι μέγιστον εἶχε ναυτικὸν ἡ Βοιωτία ὡς Φοινίκων ἄποικος διὰ τὸν Φοίνικα Κάδμον· καὶ διότι δέ,