Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.400
Not analysed yet
φασίν, Ἕλλην ὁ Δευκαλίωνος ἐν Βοιωτίᾳ ᾤκησεν ὁ τοῖς Ἕλλησι κατάρξας τῆς κλήσεως. Ἀρίσταρχος δέ φησιν ἀπὸ Βοιωτῶν ἄρξασθαι τὸν ποιητὴν οὐκ ἔκ τινος παρατηρήσεως, ἀλλὰ κατὰ ἐπιφοράν, ἤτοι κατά τινα φορὰν καὶ τύχην καὶ κατὰ τὸ ἁπλῶς ἐπιτυχόν. εἰ δὲ καὶ ἀπὸ ἄλλου ἔθνους ἤρξατο, ἐζητοῦμεν ἄν, φησί, τὴν αἰτίαν· περὶ δὲ Βοιωτῶν ζητητέον καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον δὲ ὅτι ἡ Βοιωτία καὶ Ἀονία ἐκλήθη ποτὲ ἀπὸ τῶν κατοικούντων Ἀόνων. ἔθνος δὲ Βοιώτιον οἱ Ἄονες, ὅθεν καὶ σίδηρος Ἀόνιος ὁ Βοιώτιος, ὡς ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ταῦτα ἐνταῦθα, ὡς θαυμάσιος ὁ ποιητὴς μηδ' ὁτιοῦν μὲν παραλείπων τῆς ὑποθέσεως, πάντα δ' ἐξ ἀναστροφῆς κατὰ τὸν ἐπιβάλλοντα καιρὸν διηγούμενος, οἷον θεῶν ἔριν, Ἑλένης ἁρπαγήν, Ἀχιλλέως θάνατον· ἡ γὰρ κατὰ τάξιν, φασί, διήγησις νεωτερικὸν καὶ συγγραφικὸν καὶ ποιητικῆς ἄπο σεμνότητος. εὔκαιρον οὖν, φασίν, ἐπιθεὶς Ὅμηρος τῷ Νέστορι ῥητορείαν τὸν Κατάλογον τοῦτον ἐμνηστεύσατο, ἵνα ἐντεῦθεν γνωρισθῶσιν αἱ ἡρωϊκαὶ φρῆτραι καὶ τὰ φῦλα καὶ μὴ ἐπιταράσσοιτο ἐν τοῖς ἑξῆς ἡ ἀκοὴ παρεισκρινομένων τῶν τῆς Βοιωτίας διηγημάτων. ἔτι καὶ ταῦτα τῶν παλαιῶν. Εἰσὶ τρεῖς ἰδέαι λόγων κατὰ Πλάτωνα, ἡ μιμητικὴ καὶ δραματική, καθ' ἣν ὁ ποιητὴς συνεχῶς εὐδοκιμεῖ τοῖς ἤθεσι τῶν εἰς μίμησιν ὑποκειμένων προσώπων· δευτέρα ἰδέα ἡ ἀμίμητος, ὡς ἡ Φωκυλίδου καὶ Θεόγνιδος· καὶ τρίτη ἡ μικτή, ὡς ἡ τοῦ Ἡσιόδου. ἐν γοῦν τοῖς ἀμιμήτοις καὶ ψιλοῖς ἀνάγκη τὸν ποιητὴν ἐπαγωνίζεσθαι πολυτρόπως ἐπικαλλύνοντα τὴν φράσιν σχήμασι καὶ λοιπαῖς παντοίαις ἐξαλλαγαῖς, ὅπερ ἐνταῦθα τεχνησάμενος Ὅμηρος τοῖς τε τῶν πόλεων ἐπιθέτοις ἐγκροαίνει καὶ τούτοις ἠκριβωμένοις·