Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.5
Not analysed yet
καὶ ἐν τούτοις ἀκολουθεῖν, ὡς δυνατὸν ὂν καὶ αὐτὸν ἐκεῖθεν τὰ τοιαῦτα ἐρανίσασθαι. πρῶτον μὲν γάρ, καθάπερ τοῖς μαγειρεύουσι χάρις, οὐχ' ὅτι τὰ μὴ ὄντα δαιτρεύουσιν, ἀλλ' ὅτι τὰ ἐπιπόνως ἔχοντα τοῦ συναγαγεῖν αὐτοὶ ἀγείραντες εἰς ἓν παρέθεντο, οὕτω καὶ ἡμῖν ἔσται τι χάριτος, ὅτι πόνου δίχα οἱ περιτυχόντες ἔχουσι πολλαχόθεν ἐπισυναχθὲν τὸ ζητούμενον. εἶτα, εἰ καὶ ἀγέρωχόν τι καὶ γαῦρον ὁ λόγος ἔχει, οὐκ οἶδα, εἰ μή τινες τῶν ὑπονώθρων μόλις περιτύχοιεν ἐκείνοις, ἐξ ὧν πολλὰ τῶν ἐνταῦθα ἠράνισται. εἰ δέ τι ἐν διαφόροις καὶ προσεπινενόηται, αὐτό, φασί, δείξει. Ἐπεὶ δὲ ποιητὴν μέγαν περιεργαζόμεθα, σκοπητέον τὸ τοιοῦτον ὄνομα καὶ σημειωτέον, ὅτι, καθάπερ ἔπος ἁπλῶς μὲν ὁ λόγος, ὡς τὸ «ἔπεα πτερόεντα», ἰδίως δὲ ἔπος ὁ ἔμμετρος λόγος, οὕτω καὶ ποιεῖν ὅλως μὲν τὸ πράττειν· καὶ ἔστιν ἡ χρῆσις καὶ παρὰ τῷ ποιητῇ πολλαχοῦ, ἰδιάζεται δὲ ἡ λέξις καὶ ἐπὶ τῶν ῥαψῳδούντων κατά τι ἐξαίρετον διὰ τὸ τῆς ἐν αὐτοῖς πράξεως ταύτης [ἐξέχον ὡς] θεῖον καὶ ἔλλογον. ὅθεν καὶ συνθέμενοί τινες τὸ ἔμμετρον ἔπος καὶ τὸ ῥαψῳδικῶς ποιεῖν ὠνόμασαν συνθέτως ἐποποιοὺς τοὺς ἐν ἁπλότητι λεγομένους καὶ ποιητάς, μάλιστα δὲ τοὺς ἐν ἑξαμέτρῳ τόνῳ ἡρωΐζοντας. ὧν κατάρξαι λέγεταί τις Φημονόη, γυνὴ προφῆτις Ἀπόλλωνος, ἐφευροῦσα, φασίν, αὐτὴ πρώτη τὸ ἔπος, κληθὲν οὕτω κατὰ τοὺς παλαιοὺς οὐ μόνον καθ' ὑπεροχήν, δι' ἣν τὸ ἑξάμετρον ἰδιώσατο τὴν κοινὴν προσηγορίαν τοῦ λόγου, ἀλλὰ καὶ διότι ἕπονται, φασί, τὰ πράγματα τοῖς χρησμοῖς. εἰ δὲ ἡ τοιαύτη ἐτυμολογία δασύνεσθαι ἀπαιτεῖ τὸ ἔπος, ἀλλ' ἔστι συνηγορῆσαι καὶ τῇ ψιλώσει τούτου πιθανῶς, εἴ τις βουληθείη. τίς δὲ ἡ ἐποποιΐα καὶ ὅτι ποιήσεως εἶδος καὶ αὐτὴ ὡς καὶ ἡ τραγῳδία καὶ ἡ κωμῳδία καὶ ἡ τῶν Κυκλίων ποιημάτων καὶ ἡ λυρικὴ καὶ ἕτεραι, ζητητέον ἐν ἄλλοις. καὶ οὕτω μὲν κατέστη τὸ ποιεῖν, ἐξ οὗ καὶ ὁ ποιητὴς καὶ ἡ ποίησις. καὶ δῆλον ὅτι ποιεῖν παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ὁ Κωμικὸς ἐμφαίνει, τὸ ποιητικῶς ἤγουν ἐμμέτρως ἀείδειν καὶ γράφειν, ὡς τὸ «ἐποίησάς ποτε ὦ Εὐριπίδη» ἀντὶ τοῦ «ἔγραψας ἐν τῇ ποιήσει σου». καὶ τοίνυν καὶ ποιητὴς ὁ οὕτω γράφων, ὁποῖος ἂν καὶ εἴη εἴτε κωμικὸς εἴτε ὁστισοῦν ἕτερος, ἐξόχως δὲ Ὅμηρος. ὡς γάρ, εἴ τις εἴπῃ ὁ ῥήτωρ, ὁ Δημοσθένης εὐθὺς ὑπερεχόντως ἐνοήθη, κἂν τὸν λυρικὸν ἀκούσωμεν, εἰς τὸν Πίνδαρον ἀναγόμεθα, οὕτω καὶ τὸν ποιητὴν ἀκούσας τις μετὰ τοῦ ἄρθρου τὸν Ὅμηρον ἐνόησε. διὰ τί; ὅτι ἐν αὐτῷ ἀρετὴ πᾶσα