Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.41
Not analysed yet
σκῆπτρον ἔχων καὶ Τηλεμάχῳ δημηγοροῦντι δίδωσί τις σκῆπτρον· ὡσαύτως καὶ Ἀχιλλεὺς δημηγορῶν σκῆπτρον ἔχει. ὁ δ' αὐτὸς ἀδικηθεὶς κατ' αὐτοῦ ὄμνυσιν ὡς συμβόλου τῆς δίκης. ἔστι δὲ ὅτε καὶ ἐπὶ βακτηρίας εὐτελοῦς τὸ σκῆπτρον λαμβάνεται, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. γίνεται δὲ πλεονασμῷ τοῦ ρ ἀπὸ τοῦ σκήπτω, τὸ ἐπερείδομαι, ὡς προϋπάρχοντος τοῦ σκήπτου, ἀφ' οὗ ὁ σκηπτοῦχος. ὅθεν ὁ Πίνδαρος σκᾶπτον αὐτὸ Δωρικῶς καλεῖ. ὅμοιος δὲ πλεονασμὸς τοῦ ρ γέγονε καὶ ἐν τῷ ἔνοπτρον καὶ λέκτρον καὶ δέρτρον καὶ βάκτρον καὶ ῥόπτρον καὶ ἄροτρον καὶ τέρετρον. Ὅτι δὲ καὶ διαφέρει σκῆπτρον σκίπωνος, δηλοῖ ὁ Γεωγράφος εἰπὼν βασιλεῖς τινας σκίπωνα ἔχειν ἀντὶ σκήπτρου. Ὅτι ἡ ἀνα πρόθεσις ἰσοδυναμοῦσα μὲν τῇ κατα αἰτιατικῇ συντάσσεται παρὰ τῷ ποιητῇ, οἷον «ἀνὰ οὐλαμὸν ἀνδρῶν» καὶ «νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν» καὶ «ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο». ἑαυτῆς δὲ οὖσα καὶ τὴν ἄνω σχέσιν δηλοῦσα ποτὲ μὲν δοτικῇ συντάσσεται, ὡς τὸ «ἐτίθει ἅρματα ἀνὰ βωμοῖς» καὶ «ἀνὰ Γαργάρῳ ἄκρῳ» καὶ ἐν Ὀδυσσείᾳ «ἀνὰ φαιδίμῳ ὤμῳ». οὕτω δὲ καὶ Πίνδαρος «χρυσέαις ἀν' ἵπποις». ποτὲ δὲ μετὰ αἰτιατικῆς, ὡς τὸ «ἀνά τ' ἔντεα καὶ μέλαν αἷμα». ἐνταῦθα δὲ ἐν τῷ «χρυσέῳ ἀνὰ σκήπτρῳ» τὴν ἀνὰ πρόθεσιν οἱ μὲν ἀντὶ τῆς σὺν ἔλαβον, ἵνα λέγῃ ὅτι σὺν τῷ χρυσῷ σκήπτρῳ, οἱ δὲ ἀντὶ τοῦ ἄνω, ἵνα νοῆται τὸ στέμμα ἐξαρτᾶσθαι τοῦ σκήπτρου. τὸ δὲ πάθος τοῦ στίχου τούτου συνίζησις κατὰ τοὺς γραμματικούς, τοῦ ω φωνήεντος καὶ τῆς παραληγούσης τῆς ἀνὰ προθέσεως λαμβανομένης ἀντὶ βραχείας μιᾶς, ὡς καὶ προείρηται, [ἢ καὶ ἄλλως τοῦ αὐτοῦ ω μετὰ τῆς πρὸ αὐτοῦ συλλαβῆς λογιζομένων εἰς μίαν βραχεῖαν κατὰ συνίζησιν. ἡ γὰρ χασμῳδία κοινώσασα τὸ φύσει μακρὸν ω ἐταπείνωσεν, ὡς εἰ καὶ βραχὺ ὂν ἐλήφθη μετὰ ἑτέρου βραχέος εἰς μίαν βραχεῖαν συλλαβὴν πρὸς δακτύλου ἀπαρτισμόν. δῆλον δὲ ὡς προκέφαλος κατὰ τὴν προρρηθεῖσαν στιχηρὰν μέθοδον εἴτ' οὖν μακροκέφαλος ὁ παρὼν στίχος ἐστίν.] Ἰστέον δὲ ὅτι ὁμώνυμός ἐστι καὶ ἡ παρὰ τοῖς γραμματικοῖς συνίζησις. οὐ μόνον γὰρ ἡ μετρική, ὁποία σὺν μυρίαις ἄλλαις καὶ ἡ ἐν τῷ πρώτῳ στίχῳ τῆς Ἰλιάδος καὶ ἡ ἐνταῦθα κειμένη, ἀλλὰ καὶ ἡ κατὰ κρᾶσιν, ὡς εἰκὸς δὲ καὶ ἡ κατὰ συναίρεσιν. Ἡρωδιανὸς οὖν τὴν ἐν τῷ σιδήρεος σιδηροῦς καὶ φοινίκεος φοινικοῦς κρᾶσιν συνίζησιν λέγει. διὸ καὶ ἔστιν εἰπεῖν ὡς ἡ μὲν μετρικὴ συνίζησις κλέπτει διανοητῶς τὴν κλῆσιν ταύτην ὡς δυνάμει συνιζάνουσα διὰ τὸ ταχὺ καὶ οἷον συναλειπτικὸν καὶ ἐπίτροχον καὶ οὕτω στενολόγον τῆς συνεκφωνήσεως. ἡ δὲ