Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.401
Not analysed yet
οὐ γὰρ ἀνεξέλεγκτός, φασί, νῦν περὶ χωρίων Ἑλληνικῶν διεξιών· καὶ οὕτω γλυκαίνει τὴν ποίησιν· ἐξαλλάσσει δὲ καὶ τὰ τοῦ Καταλόγου σχήματα πολυειδῶς· παρενείρει δὲ καὶ ἱστορίας παλαιοτέρας τοῦ Τρωϊκοῦ πολέμου εἰς ποικιλίαν· ἔτι δὲ καὶ εἰς ψυχαγωγίαν ἀκροατοῦ καὶ λέξεων δὲ πολυωνυμίαν ἀκριβοῖ καὶ ἄλλα μυρία μεθοδεύει, ὡς ἐν τοῖς κατὰ μέρος φανήσεται, δι' ὧν τὸ τῆς ἀμιμήτου ἰδέας ὕπτιον ἐξανιστᾷ. οὕτω δέ, φασίν, ἡδὺς καὶ μεγαλοπρεπὴς ὁ Κατάλογος, ὥστε καὶ πόλεις ἀμφισβητοῦσαι Ὁμηρικοῖς ἔπεσιν ἐχρήσαντο πρὸς λύσιν ἔριδος. Καλυδῶνα μὲν γάρ, φασίν, Αἰτωλοῖς ὁ ποιητὴς ἐχαρίσατο ἀμφισβητοῦσι πρὸς Αἰολέας μνησθεὶς αὐτῆς ἐν Αἰτωλῶν καταλόγῳ. Ἀβυδηνοὶ δὲ Σηστὸν παρ' Ἀθηναίων ἐκομίσαντο διὰ τοῦτο τὸ ἔπος· «Καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην». Μιλησίοις δὲ πρὸς Πριηνεῖς ὑπὲρ Μυκάλης διαφερομένοις εἰς νίκην ἐπήρκεσε τὰ ἔπη ταῦτα· «Οἳ δὲ Μίλητον ἔχον φθειρῶν τ' ὄρος ἀκριτόφυλλον Μαιάνδρου τε ῥοὰς Μυκάλης τ' αἰπεινὰ κάρηνα». καὶ Σόλων δὲ τὴν Σαλαμῖνα, φασίν, Ἀθηναίοις ἀπένειμε προσθεὶς ἔπος, ὅπερ ἐν τοῖς ἑξῆς δηλωθήσεται, ὅπου μνήμη τοῦ μεγάλου Αἴαντος γένηται. ὅτι δὲ καὶ πολλὰ βιβλία εἰς τὴν Βοιωτίαν ταύτην φιλοτίμως ἐπραγματεύθησαν, δηλοῦσιν αἱ ἱστορίαι. Ἰστέον δὲ καὶ ὅτι νεῶν Κατάλογος ἡ περιπέτεια ἐπιγράφεται αὕτη, οὐ μὴν καὶ ἀνδρῶν, ὡς ἐκ μέρους τῶν νηῶν δηλαδή. ἄλλως γὰρ ἐκεῖνο ποιεῖ, ὃ προέθετο, οὐ μόνον τὰς νῆας ἐξαριθμούμενος ἀλλὰ καὶ τοὺς αὐτῶν ἀρχούς, οἷς τὸ σεμνὸν οἱ ἀρχαῖοι περιποιούμενοι γενεαλογοῦσιν αὐτοὺς μυθικώτερον. καὶ τὰ πολλὰ εἰς τὸν Δία τούτους ἀνάγουσιν ἐπαγωνιζόμενοι καὶ συγγένειαν αὐτοῖς ἀποδεῖξαι πρὸς τοὺς βασιλεῖς, ἤγουν πρὸς Ἀγαμέμνονα καὶ Μενέλαον, πλατύνοντες μὲν τὸν ἡρωϊκὸν κατάλογον, κάλλιον δέ τι Ὁμήρου ποιοῦντες οὐδέν, ἀλλ' ἢ μόνον ὀνομάτων ἀήθων φορυτῷ ἀηδίζοντες τοὺς ἐντυγχάνοντας. Παρασημειοῦται δὲ καὶ ὁ Πορφύριος τὸν Ὁμηρικὸν Κατάλογον πᾶσαν περιέχειν ἀλήθειαν ἔν τε χωρογραφίᾳ καὶ πόλεων ἰδιώμασιν ἱστορῶν καί, ὅτι νόμους τινὲς ἐξέθεντο ἀποστοματίζειν τοὺς παιδευομένους τὸν Ὁμήρου Κατάλογον, ὡς καὶ ὁ Κερδίας νομοθετῶν τῇ πατρίδι. λέγει δὲ καὶ ὅτι πρὸς ἄλλοις καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐπραγματεύσατο τὰ περὶ τοῦ Καταλόγου ἄριστα ἐν δώδεκα βιβλίοις, Μηνογένης δὲ ἐν τρισὶ καὶ εἴκοσι. μετρεῖ δὲ καὶ ἡγεμόνας Ἀχαιῶν μζʹ, ὧν ιδʹ, φησίν, ἐν Τροίᾳ ἔθανον. (v. 494—508) Ὅτι Βοιωτῶν Πηνέλεως καὶ Λήϊτος ἦρχον, Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε. ἐνέμοντο δέ, φησίν, Ὑρίαν καὶ Αὐλίδα, Σχοῖνόν τε Σκῶλόν τε καὶ Ἐτεωνόν, Θέσπιαν τε Γραῖάν τε καὶ Μυκαλησσὸν καὶ