Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.402
Not analysed yet
Ἅρμα καὶ Εἰλέσιον καὶ Ἐρυθρὰς καὶ Ἐλεῶνα καὶ Ὕλην καὶ Πετεῶνα καὶ Ὠκαλέην καὶ Μεδεῶνα, Κώπας τε Εὔτρησίν τε καὶ Θίσβην καὶ Κορώνειαν καὶ Ἁλίαρτον καὶ Πλάταιαν καὶ Γλίσσαντα καὶ Θήβας ἢ Ὑποθήβας καὶ Ὀγχηστὸν καὶ Ἄρνην καὶ Μίδειαν καὶ Νῖσαν καὶ Ἀνθηδόνα. Ἐνταῦθα δὲ ὁ ποιητὴς χρᾶται κατακόρως καὶ σχήματι κάλλους, τῇ λεγομένῃ κατὰ κῶλον ἐπαναφορᾷ. ἀρξάμενος γὰρ ἀπὸ τοῦ «οἵ» ἄρθρου πληθυντικοῦ ἀρσενικοῦ ὑποτακτικοῦ, ἐπιμένει αὐτῷ, καὶ ἐπαναφέρων φησίν· «οἵ θ' Ὑρίην ἐνέμοντο, οἵ τ' Ἐλεῶν' εἶχον» καὶ πάλιν μετὰ δύο ἔπη «οἵ τε Κορώνειαν, οἵ τε Πλάταιαν καὶ οἳ Γλίσσαντ' ἐνέμοντο, οἵ θ' Ὑποθήβας εἶχον». καὶ στοιβάσας ἐνταῦθα συνεχεῖς τέσσαρας ἐπαναφορὰς πάλιν μετὰ ἓν ἔπος λέγει «οἵ τε Ἄρνην ἔχον, οἵ τε Μίδειαν». καὶ οὕτω κομματικῶς, ὡς εἰπεῖν, καλλύνας τὸ τῆς Βοιωτίας πρόσωπον ἐπάγει· «πεντήκοντα δὲ νῆες αὐτοῖς, ἐν δὲ ἑκάστῃ κοῦροι ἑκατὸν καὶ εἴκοσι βαῖνον». εἴωθε δὲ οὕτω ποιεῖν καὶ ἐν τοῖς ἑξῆς Ὅμηρος καὶ μετὰ τοὺς στρατηγοὺς καὶ τὰς πόλεις τιθέναι τὸν ἀριθμὸν τῶν νεῶν. τούτων δὲ τῶν πόλεων τὰς μὲν πλείους δίχα ἐπιθέτων προάγει, τὴν δὲ Αὐλίδα πετρήεσσαν λέγει, τοιαύτην ἀληθῶς οὖσαν, τὴν Ἐτεωνὸν πολύκνημον, τὴν Μυκαλησσὸν εὐρύχορον, τὴν Μεδεῶνα εὐκτίμενον πτολίεθρον, ὡς καὶ τὰς Θήβας, τὴν δὲ Θίσβην πολυτρήρωνα ὡς πολλάς, καθὰ μαρτυρεῖται, περιστερὰς ἔχουσαν, τὴν Ἁλίαρτον ποιήεντα, ὡς «Πύλον ἠμαθόεντα». μέμνηται δὲ αὐτῆς καὶ Δημοσθένης· τὴν Ὀγχηστὸν ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, τὴν Ἄρνην πολυστάφυλον, τὴν Νῖσαν ζαθέην, τὴν δὲ Ἀνθηδόνα ἐσχατόωσαν· τοῦτο δὲ οὐ δι' ἀρετὴν τόπου, ἀλλὰ θέσιν· φυλάττει δὲ καὶ νῦν τοὔνομα ὡς καὶ ἡ Κορώνεια. ἐν τούτῳ δὲ τῷ τόπῳ τρὶς μὲν χρᾶται τῷ ἐνέμοντο τήνδε ἢ τήνδε τὴν πόλιν, τῷ δὲ εἶχον τετράκις· ἐπὶ ἑτέρων δὲ παρακατιὼν τὸ ἔναιον λέγει. καὶ ἐν τοῖς ἑξῆς δὲ διὰ τῶν τοιούτων ῥημάτων χορεύει λέγων «οἳ ἐνέμοντο» «οἳ ἀμφενέμοντο» «οἳ εἶχον» «οἳ ἔναιον». Τὰ δὲ ῥηθέντα πέντε τῶν ἀρχηγῶν ὀνόματα προληπτικῶς ἐτέθησαν, ὥς φασιν οἱ παλαιοί, παισὶν οὖσιν, ἐξ ὧν ἐπιτηδεύειν ἔμελλον. (v. 494) Καὶ Πηνέλεως μὲν στρατηγικὸν ὄνομα παρὰ τὸ πένεσθαι καὶ ἐνεργεῖν περὶ λαόν, ἵνα εἴη πένω Πενέλεως, καθάπερ καὶ μένω Μενέλεως. καὶ πάλιν ὥσπερ Μεθώνη Μηθώνη, Φέρης Φέρητος Φηρητιάδης, Ἄδμητος ἢ Εὔμηλος, οὕτω καὶ Πενέλεως Πηνέλεως Ἀττικῶς, οὗ τὸ κοινὸν ἄχρηστον ἡρωϊκῷ μέτρῳ, ἤγουν τὸ Πηνέλαος. τοιοῦτον δὲ καὶ τὸ Ἀρχέλεως ἐν Τραχινίαις. [Ἰστέον δὲ ὡς καὶ τὸ Πηνέλεως Ἀττικὸν δοκεῖ παρ' Ὁμήρῳ οἷά τι κοινὸν κεῖσθαι, σμικρῦνον τὴν λήγουσαν. καὶ ἐνταῦθα μὲν λανθάνει τοῦτο· ἐν δὲ τῷ «Πηνελέοιο ἄνακτος» ἔκδηλόν ἐστι τὸ ῥηθέν. ὡς γὰρ καλός καλοῖο, σοφός σοφοῖο, οὕτω πάντως Πηνέλεος Πηνελέοιο.] Τὸ δὲ Λήϊτος ἀριστέως ὄνομα δηλοῦν τὸν ἐκ πολέμου κτώμενον,