Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.403
Not analysed yet
ἀπὸ τοῦ ληΐζω, τὸ λαφυραγωγῶ, ἐξ οὗ λελῃσμένος κατὰ συναίρεσιν παρ' Εὐριπίδῃ ὁ λεληϊσμένος. [Γράφεται δὲ διὰ μόνου τοῦ ι διχρόνου κατὰ τὴν παραλήγουσαν ὁ Λήϊτος, οὐ μόνον ὡς ἀπὸ τοῦ ληΐζω, ἀλλὰ καὶ διὰ κανόνα τὸν οὕτω γράφοντα τὰ τοιαῦτα κύρια ὀνόματα, ἐν οἷς καὶ ὁ Μόνιτος, ὃν Ἰωνικῶς μετὰ τοῦ υ προφέρει ὁ Λυκόφρων. καὶ ὁ Ἐπίκτιτος δὲ τὸ κύριον κατὰ τοὺς τεχνικοὺς καὶ ὁ Θεοδώριτος.] (v. 495) Τὸ δὲ Ἀρκεσίλαος ἀμυντικὸν ἤτοι βοηθητικόν· δηλοῖ γὰρ τὸν ἐπαρκοῦντα λαοῖς, ὥσπερ δὲ μνῶ μνήσω Μνησίλοχος, οὕτω καὶ ἀρκῶ ἀρκέσω Ἀρκεσίλαος. Τὸ δὲ Προθοήνωρ θάρσους ἔνδειξις· δηλοῦται γὰρ δι' αὐτοῦ ὁ προθέων ἐν ἠνορέῃ ἤγουν ἀνδρίᾳ ἢ ὁ προθέων τῶν ἀνδρῶν ἐν καιρῷ ἔργου. [ἡ δὲ ἀναλογία τοῦ Προθοήνωρ κατὰ τὸ Ῥηξήνωρ, Ἀγαπήνωρ, Ἀγήνωρ, Ἐλεφήνωρ καὶ τὰ τοιαῦτα.] Τὸ δὲ Κλονίος ῥωμαλεότητος, οἱονεὶ ὁ μάχιμος καὶ γενναῖος καὶ κλονῶν. παροξύνεται δὲ κατὰ τοὺς παλαιούς, καθὰ καὶ τὸ Σχεδίος, Ὀδίος, ὡς κύριον τρίβραχυ. τὰ δὲ τοιαῦτα πρὸ μιᾶς συλλαβῆς τὴν ὀξεῖαν ἔχουσι δίχα τινῶν ὀλίγων, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἅπερ εἰσὶν Ἅλιος, Ἄνιος, Κρόνιος, Ξένιος. Ἰστέον δὲ ὅτι ἐν τῇ ἀναπτύξει τῶν ῥηθέντων πέντε στρατιωτικῶν ὀνομάτων φασὶν οἱ Σχολιασταί, ὅτι τοῖς παλαιοῖς σφόδρα ἔμελε τῶν πολεμικῶν. καὶ ταῦτα μὲν ἐν τούτοις. (v. 496) Ἡ δὲ Ὑρία χώρα ἐστὶ πλησίον Αὐλίδος κατὰ τοὺς παλαιούς. ἦν δέ ποτε καὶ πολείδιον. ταύτην ὁ κτίσας Ὑριεὺς ἐκαλεῖτο, πολίτης δὲ αὐτῆς Ὑριάτης. Ὑρία δέ, φασί, καὶ ἡ κατὰ Ἰσαυρίαν Σελεύκεια. ἔστι δὲ Ὑρία καὶ περὶ Ἰαπυγίαν Καλαβρικὴ πόλις, Κρητῶν κτίσμα, ἡ λεγομένη καὶ Ὕριον οὐδετέρως, ὡς ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται. ὁ δὲ Στράβων λέγει, ὅτι Ὑρία τῆς Ταναγραίας πρότερον, ὕστερον δὲ Θηβαΐδος, ὅπου ὁ Ὑριεὺς καὶ ἡ τοῦ Ὠρίωνος μεμύθευται γέννησις. κεῖται δὲ ἐγγὺς Αὐλίδος, κτίσμα δέ ἐστι Νυκτέως. Συνεχῶς δέ, φασί, λέγει τοὺς τόπους ἐνταῦθα, ὡς κεῖνται, καθὰ καὶ ἐν τῷ «οἳ δ' Ἄργος εἶχον, Τίρυνθά τε» καὶ ἑξῆς ἕως τοῦ «Ἠϊόνας τε». ἀλλαχοῦ δὲ οὐχ' ὡσαύτως τῇ τάξει χρᾶται. Ἰστέον δὲ ὅτι τοῦ ποιητοῦ εἰπόντος «οἵ θ' Ὑρίην ἐνέμοντο» τινὲς οὐ σύνδεσμον ἐνόησαν ἐνταῦθα τὸν τε, ἀλλὰ Θυρίην πόλιν ὑπέλαβον εἶναι. οὐκ εὖ δέ, ὥς φασιν