Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.404
Not analysed yet
οἱ παλαιοί· ἀπὸ γὰρ Ὑριέως γενομένη οὐκ ἂν ἔχῃ τὸ θ, ἀλλὰ τὸ συνδετικὸν ταῦ. οἱ δ' αὐτοὶ παράγουσι καὶ χρῆσιν Ἡσιόδου ταύτην βοηθοῦσαν τῇ δίχα τοῦ θ γραφῇ· «ἣν δίη Ὑρίη Βοιωτίης τρέφε κούρην». Ἡ δὲ Αὐλὶς ἀντιπέραν μὲν Εὐβοίας κεῖται φυλάσσουσα μέχρι καὶ νῦν τὸ ὄνομα. ἐκλήθη δὲ οὕτω παρὰ τὸ ἐκεῖ αὐλισθῆναι τὰς τῶν Ἀχαιῶν νῆας πρὸ τοῦ ἀπόπλου ἢ ἁλισθῆναι, ἤγουν ἀθροισθῆναι, ἢ ἀπὸ Αὐλίδος, φασί, θυγατρὸς Εὐωνύμου, υἱοῦ Κηφισοῦ. ἔχει δέ, φασί, λιμένας ἡ Αὐλὶς τοὺς μὲν βλέποντας ἐπὶ τὴν Ἴλιον, τοὺς δὲ καταγωγοὺς ἀπὸ πάσης Ἑλλάδος. διὸ καὶ ἀθροισθέντες οἱ Ἀχαιοὶ αὐτόθι ἀνέπλευσαν. ὁ Στράβων δέ φησιν, ὅτι Αὐλὶς πετρῶδες χωρίον, ἔνθα λιμὴν πεντήκοντα πλοίοις· ὥστε εἰκὸς τὸ ναύσταθμον τῶν Ἑλλήνων ἐν τῷ μεγάλῳ ὑπάρξαι λιμένι. πλησίον δ' αὐτῆς Εὔριπος ὁ Χαλκιδικός, εἰς ὃν ἀπὸ Σουνίου σταδία οʹ. ὀξύνεται δὲ ἡ Αὐλὶς ἀναλόγως διὰ τὴν παρωνυμίαν, ὡς πύλη πυλίς. τὸ δὲ βαρύτονον, ἐξ οὗ καὶ ἡ ἔπαυλις, Αἰολικόν φασιν εἶναι· βαρυντικοὶ γὰρ οἱ Αἰολεῖς. [Καὶ ἄλλως δὲ ἡ μὲν Αὐλὶς ὡς ἐκ τοῦ αὐλίζω αὐλίσω ἔχοι ἂν ἴσως τὴν ὀξεῖαν τόνωσιν, ἡ δὲ αὖλις τὴν βαρεῖαν πρὸς διαστολήν· οἷον «ἀτερπέα δ' αὖλιν ἔκυρσαν». καὶ ἔστιν ἡ τούτου ἀναλογία κατὰ τὸ Θέτιδα Θέτιν, Θέμιδα Θέμιν, Κύπριδα Κύπριν, ἃ δὴ πάντα καὶ βραχύνονται· ὧν πρὸς μίμησιν καὶ τὴν κνημῖδα καὶ σφραγῖδα βαρύναντες οἱ Αἰολεῖς κνᾶμιν καὶ σφρᾶγιν συνεσταλμένως γράφουσι.] (v. 497) Σχοῖνος δὲ ἢ ἀπό τινος ὁμωνύμου ἀνδρὸς ἢ ἀπὸ σχοίνων φυομένων αὐτόθι, καθὰ καὶ ἐν τῇ Ἀρκαδικῇ Σχοινοῦντι, διὰ τὸ ἑλῶδες τοῦ τόπου. λέγεται δὲ καὶ ἀπὸ Σχοινέως τὴν κλῆσιν σχεῖν, τοῦ πατρὸς Ἀταλάντης. ὁ δὲ Στράβων φησί· «Σχοῖνος χώρα Θηβαϊκὴ ἐν ὁδῷ τῇ ἐπὶ Ἀνθηδόνα διέχουσα Θηβῶν ὅσον πεντήκοντα στάδια. ῥεῖ δὲ ποταμὸς δι' αὐτῆς Σχοινοῦς καλούμενος». Σκῶλος δὲ ἀρσενικῶς κώμης ὄνομα καὶ ὁ ἐξ αὐτῆς Σκώλιος καὶ Σκωλιεύς. τὸ δὲ σκῶλον τὸ οὐδέτερον τί ποτε δηλοῖ, ἐν τοῖς ἑξῆς ῥηθήσεται. οἱ δὲ παλαιοί φασι καί, ὅτι ὁ Σκῶλος κώμη τῆς Παρασωπίας χώρας ὑπὸ τῷ Κιθαιρῶνι ἢ