Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.405
Not analysed yet
κατά τινας ἐν τῇ τῶν Πλαταιέων τόπος τραχὺς καὶ δυσοίκητος· ὅθεν καὶ παροιμία· «εἰς Σκῶλον μήτ' αὐτὸς εἶναι μήτ' ἄλλῳ ἕπεσθαι». καὶ Πενθεὺς δὲ ἐκεῖθεν, φασί, καταγόμενος διεσπάσθη ὑπὸ τῶν Βακχῶν. ἦν δὲ καὶ Ὀλυνθιακὴ Σκῶλος. [Δοκεῖ δὲ ἡ κατὰ Βοιωτίαν Σκῶλος ἐπιμεμελημένους ἄρτους ἔχειν. διὸ καὶ μεγαλάρτου φασὶν ἐκεῖ καὶ μεγαλομάζου Δήμητρος ἵδρυτο ἄγαλμα. τὸ δὲ ὅμοιον καὶ ἐν τῇ κατὰ Μεσαπίους Ἰαπυγίᾳ, παρ' οἷς καὶ βασιλεὺς ἦν Ἄρτος καλούμενος. καὶ Ἄρτου δέ τινος μεγάλου ἐπιλεγομένου ἑορτὴ ἐπ' αὐτῷ ἐτελεῖτο τὰ Μεγαλάρτια. ὡς δὲ καὶ ἀγελαῖοι ἐκαλοῦντό τινες ἄρτοι καὶ ὡς παρὰ Συρακουσίοις ἐτιμᾶτο Δημήτηρ Σιτὼ διὰ τήν, ὡς εἰκός, ἐπιμέλειαν καὶ εὐφορίαν ἐκεῖ τοῦ σίτου, συνιστορεῖ καὶ Ἀθήναιος.] Ἐτεωνὸς δὲ ἐκλήθη μὲν ὕστερον καὶ Σκάρφη καλουμένη ἀπό τινος Ἐτεωνοῦ, ὃς Βοιωτοῦ μὲν ἦν ἀπόγονος, πατὴρ δὲ Ἐλεῶνος. κεῖται δέ, φασίν, ἐπὶ λόφου περί που Ἀσωπὸν ῥέοντα ἐπὶ τοῦ πρὸ Θηβῶν πεδίου, καθὰ καὶ ὁ Ἰσμηνός· περὶ οὗ Ἀσωποῦ λέγει ὁ Γεωγράφος καί, ὅτι Κιθαιρὼν τελευτᾷ οὐκ ἄποθεν Θηβῶν, παρ' αὐτὸν δὲ ῥέει ὁ Ἀσωπὸς κλύζων τὴν ὑπώρειαν αὐτοῦ. τὸ δὲ ἐθνικὸν τῆς Ἐτεωνοῦ Ἐτεώνιος. Πολύκνημον δὲ ταύτην λέγει ὡς ὀρεινήν· κνημοί γὰρ τὰ κάτω τοῦ ὄρους, ὡς μετὰ μικρὸν ῥηθήσεται. τινὲς δὲ ἀντὶ τοῦ πολυορίγανον· κνημὸν γὰρ Ἀργεῖοί φασι τὴν ὀρίγανον. (v. 498) Ἡ δὲ Θέσπια, ἣ πρὸς τῷ Ἑλικῶνι ἔκειτο νοτιωτέρα αὐτοῦ, ἐκτείνει ἐνταῦθα τὴν παραλήγουσαν διὰ τὸ μέτρον· ἄλλως γὰρ ἐν συστολῇ ἔχει αὐτήν. γράφεται δὲ κοινῶς διὰ τοῦ ι ἡ παραλήγουσα, ὡς τὸ Λάμια, Ἰάμνια. Ἡρωδιανὸς δὲ ἐν τῇ καθόλου Προσῳδίᾳ τὴν ει δίφθογγον χαρίζεται αὐτῇ. ὁ δὲ τὰ Ἐθνικὰ γράψας παρασημειοῦται, ὅτι θαῦμα, πῶς τὸ ἑνικὸν διὰ διφθόγγου γράφεται, ὡς ἐντεῦθεν διφορεῖσθαι μὲν τὰ ἑνικὰ τῶν Θεσπιῶν, τὰ δὲ πληθυντικὰ διὰ μόνου διχρόνου γράφεσθαι. λέγει δὲ ὁ αὐτὸς τὰ μὲν ἑνικὰ ταύτης προπαροξύνεσθαι· ἡ Θέσπια γὰρ καὶ τὰ ἑξῆς· τὰ δὲ πληθυντικὰ ὀξύνεσθαι· Θεσπιαί γὰρ καὶ τὰ ἑξῆς ὁμοίως. ταὐτὸ δὲ πάσχει καὶ ἡ Πλάταια, ὡς μετ' ὀλίγα ῥηθήσεται. ὅρα δὲ καὶ ὅτι ὥσπερ Ἀθήνη ἑνικῶς καὶ πληθυντικῶς καὶ Μυκήνη καὶ Κρήτη καὶ Θήβη, οὕτω καὶ ἡ πόλις αὕτη· Θέσπια γὰρ καὶ