Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.406
Not analysed yet
Θεσπιαὶ ἡ αὐτή. φησὶ δὲ ὁ τῶν Ἐθνικῶν συγγραφεὺς καί, ὅτι τὸ Θέσπια καὶ ἐκτείνεται καὶ συστέλλεται παρὰ Κορίννῃ—σοφὴ δὲ τὴν ποίησιν ἡ Κόριννα—καὶ ὅτι κτίσμα ἐστὶν ἡ Θέσπια Θεσπιάδου, κατὰ δέ τινας Θεσπίου, υἱοῦ Τεύθραντος τοῦ τοῦ Πανδίονος. ἱστορεῖται δὲ Θεσπιέα εἶναι τὸν Νάρκισσον, ὃς ἦν μὲν υἱὸς Κηφισσοῦ τοῦ ποταμοῦ καὶ Λειριοέσσης νύμφης. κάλλος δὲ ἔχων ἀμύθητον ἐπικύψας πηγῇ τινι καὶ τῆς ἑαυτοῦ σκιᾶς ἐρασθεὶς ἔρριψεν ἑαυτὸν ἐκεῖ καὶ ἐναπεπνίγη τῷ ἐνόπτρῳ ὕδατι. καὶ ἡ γῆ ἀνέδωκε φυτὸν ὁμώνυμον τῷ νεανίᾳ. ἐν δὲ τοῖς Ἐθνικοῖς φέρεται καὶ Θεσσαλικὴ Θέσπια καὶ Σαρδῴα. ἐν δὲ τῇ κατὰ Βοιωτοὺς ἐπίγραμμα Φιλιάδου τοῦ Μεγαρέως τοιοῦτον ἐπὶ τοῖς ἀναιρεθεῖσιν ὑπὸ Περσῶν· «ἄνδρες θ' οἵ ποτ' ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος, λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος». ἱστορεῖται δὲ καὶ ὁ Πραξιτέλους Ἔρως ἐν Θεσπιαῖς εἶναι, ὃν ἔγλυψε μὲν ἐκεῖνος, ἀνέθηκε δὲ ἡ ἑταίρα Γλυκέρα ἐκεῖθεν οὖσα, λαβοῦσα δῶρον παρὰ τοῦ τεχνίτου. πολλοὶ δὲ ἀνέβαινον ὀψόμενοι τὸν Ἔρωτα. ἐκεῖ δέ, φασί, καὶ ἡ Ἄσκρη δεξιὰ Ἑλικῶνος ἐφ' ὑψηλοῦ καὶ τραχέος τόπου, ἀπέχουσα Θεσπιῶν ὅσον τεσσαράκοντα στάδια. καὶ ταῦτα μὲν περὶ Θεσπιῶν. Γραῖα δέ ἐστι κατά τινας ἡ καὶ Τάναγρα, ὧν οἱ πολῖται Γραῖος καὶ Ταναγραῖος· κατὰ δέ τινας οὔκ εἰσιν αἱ αὐταί, ὡς δηλοῦσιν ὅ τε γράψας, ὅτι Τάναγρα πόλις Βοιωτίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰ τὸ πλησίον εἶναι, καὶ οἱ ἱστοροῦντες, ὅτι Ταναγραῖοι οὐκ ἐστράτευσαν εἰς Τροίαν, ὡς καὶ Εὐφορίων· «οἳ πλόον ἠρνήσαντο καὶ ὅρκιον αἰγιαλοῖο». ἐκαλεῖτο δὲ ἡ Γραῖα, εἴτε καὶ ἡ Τάναγρα, καὶ Ποιμανδρία, ὡς κεῖται παρὰ Λυκόφρονι. Ἀριστοτέλης δέ, φασί, Γραῖαν λέγει τὴν νῦν Ὠρωπόν. τὸ δὲ τῆς κλήσεως αἴτιον ἀπὸ Γραίας τῆς Μελεδῶνος. Στράβων δέ φησιν, ὅτι Γραῖα τόπος πλησίον Ὠρωποῦ, ἔνθα ἱερὸν Ἀμφιαράου καὶ μνῆμα Ναρκίσσου τοῦ Ἐρετριέως, ὃ καλεῖται Σιγηλοῦ· ἐπεὶ σιγῶσιν οἱ παριόντες ἐκεῖ· τὴν δὲ αἰτίαν οὐ λέγει. τινὲς δὲ τὴν αὐτήν φασι τῇ Τανάγρᾳ τὴν Γραῖαν. καλοῦνται δέ, φησί, καὶ Γεφυραῖοι οἱ Τανάγριοι. λέγει δὲ καί, ὅτι τῷ ἐκ Θηβῶν εἰς Ἄργος ἀπιόντι ἐν ἀριστερᾷ ἡ Τάναγρα καὶ ὅτι νῦν μόνη συνέστηκε τῶν Βοιωτικῶν πόλεων