Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.407
Not analysed yet
Τάναγρα, τῶν δ' ἄλλων ἐρείπια καὶ ὀνόματα λέλειπται. Μυκαλησσὸς δὲ μεσογεία πόλις Βοιωτίας κειμένη καὶ παρὰ Θουκυδίδῃ. καλεῖται δὲ οὕτως ἢ ἀπὸ τοῦ ἐκεῖ γεγονυίας τὰς Γοργόνας μυκήσασθαι ἢ ἀπὸ τῆς βοός, ἥτις τὸν Σύριον Κάδμον καὶ τοὺς σὺν αὐτῷ ποδηγήσασα εἰς Θήβας ἐνταῦθα ἐμυκήσατο. ἔστι δὲ καὶ ἑτέρα Μυκαλησσὸς Καρική· ἔνθα Μυκαλέως Διὸς λαμπρὸν ἱερόν. καὶ ὄρος δὲ Μυκαλησσὸς ἐναντίον Σάμου. τῆς δὲ Μυκαλησσοῦ ὁ πολίτης Μυκαλήσσιος. ἡ μέντοι Μυκάλη ἑτέρα ταύτης ἐστίν, ὡς προϊοῦσι φανήσεται. ὁ δὲ Στράβων λέγει, ὅτι Μυκαλησσὸς κώμη Ταναγρικὴ κειμένη παρ' ὁδὸν τὴν Θήβηθεν εἰς Χαλκίδα. καλοῦσι δέ, φησίν, αὐτὴν Βοιωτικῶς Μυκαληττόν. (v. 499) Ἅρμα δὲ κώμη τις πλησίον Μυκαλησσοῦ, ἀλλὰ καὶ δῆμος ἔχων φρούριον ὀχυρὸν ὅμορόν φασι τῇ Ταναγρικῇ, οὗ ὁ πολίτης Ἁρματεύς. ἐκλήθη δέ, φασίν, οὕτως ἤ, διότι ἐκεῖ κατεάγη τὸ τοῦ Ἀδράστου ἅρμα ἢ ἀπὸ τοῦ ἅρματος Ἀμφιαράου καταφυγόντος ἐκεῖ καὶ μὴ ἐκδοθέντος τοῖς διώκουσιν. ἐκαλεῖτο δὲ ἀπὸ τοῦ αὐτοῦ καὶ λουτρὰ Ἀμφιαράου. ἔστι δέ, φασί, καὶ τῆς Ἀττικῆς τόπος ἐν Πάρνηθι Ἅρμα καλούμενος, κείμενος περὶ τὴν οὕτω καλουμένην Φυλήν. τὸ δὲ παροιμιῶδες τὸ «ὁπότ' ἂν ἀστράψῃ δι' Ἅρματος», ἤγουν ὀψέ ποτε καὶ διὰ χρόνου ἀδήλου, τοῦ Ἀττικοῦ Ἅρματος μέμνηται ἢ μᾶλλον τοῦ Βοιωτικοῦ. φασὶ δὲ καὶ ὡς ἀστραπὴν ἐσημειοῦντο κατά τινα χρησμὸν οἱ Πυθαϊσταὶ βλέποντες ἐπὶ τὸ τοιοῦτον Ἅρμα. καὶ ὅτε ἤστραψεν, ἔπεμπον θυσίαν εἰς Δελφούς. ἐτήρουν δὲ ἐπὶ τρεῖς μῆνας καὶ καθ' ἕκαστον μῆνα ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας ἀπὸ τῆς ἐσχάρας τοῦ ἀστραπαίου Διός. Περὶ δὲ Εἰλεσίου, οὗ ὁ πολίτης Εἰλεσιεύς, καὶ περὶ Ἐλεῶνος κατωτέρω ῥηθήσεται. Ἐρυθραὶ δέ εἰσι μὲν καὶ Ἰωνίας καὶ Λιβύης καὶ Λοκρίδος, καὶ Κύπρου δέ, ἥτις ἐστί, φασίν, ἡ νῦν Πάφος, ἰδοὺ δὲ καὶ Βοιωτίας. ἱστορεῖται δέ τις Ναυκράτης Ἐρυθραίηθεν Ὅμηρον ὑπομνηματίσαι. Ἀπίων μὲν οὖν καὶ Ἡρόδωρος ὀξύνουσι τὴν λέξιν λέγοντες Ἐρυθράς ὡς καλάς. ἕτεροι δέ φασιν, ὅτι Ἐρύθραι μὲν βαρυτόνως αἱ τῆς Βοιωτίας ἀπὸ Ἐρυθροῦ, υἱοῦ Ποσειδῶνος καὶ Ἀμφιμεδούσης θυγατρὸς Δαναοῦ, κεῖνται δὲ ὑπὸ τὸν Κιθαιρῶνα· Ἐρυθραὶ δὲ ὀξυτόνως αἱ τῆς Ἰωνίας, ὧν μέμνηται ὁ Γεωγράφος