Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.42
Not analysed yet
κατὰ κρᾶσιν ἔτι δὲ καὶ συναίρεσιν ἐνεργείᾳ ἐστὶ συνίζησις. ἤδη γὰρ ἐν αὐτῇ ἐνήργηται διὰ τῆς ὀλιγοσυλλαβίας ἡ συνίζησις, [καθὰ καὶ ἐν τῇ συνόδῳ τῆς ὀξείας καὶ τῆς βαρείας εἰς περίκλασιν περισπωμένου τόνου. καὶ αὐτὸ γοῦν συνίζησιν ὁ αὐτὸς καλεῖ, ἐν οἷς περὶ τοῦ ἀχρήϊος καὶ ἀχρεῖος διαλαμβάνων φησὶν ὅτι «ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα συνίζουσαι περισπωμένην ποιοῦσιν». ἐκεῖ δὲ καὶ συναίρεσιν τὴν τοιαύτην συνίζησιν ὁ αὐτὸς εἰπεῖν δοκεῖ.] Ὅτι ἔοικεν ἡ τῶν Ἑλλήνων ἐν τῇ Τροίᾳ κατάστασις ἐκ δημοκρατίας συγκεῖσθαι καὶ βασιλείας, ὅπερ, οἷα εἰκός, καὶ ὁ Χρύσης εἰδὼς τούς τε Ἀχαιοὺς πάντας ἐλίσσετο καὶ τοὺς βασιλεῖς δὲ μάλιστα. ἦν γὰρ τοῦ δήμου μὲν παντὸς εἰπεῖν, βασιλέως δὲ τὸ «ὑστάτην» κατ' Εὐριπίδην ἀφεῖναι «ὄπα» καὶ κυρῶσαι τὸ δοκοῦν, ὡς πολλαχοῦ δηλοῖ ὁ ποιητής, ὃς ἐνταῦθα μὲν τοῦ δήμου λαλήσαντος τὰ ὑπὲρ Χρύσου φησὶν ὡς οὐχὶ τῷ βασιλεῖ ταῦτα ἤρεσεν· ἐν δὲ τῇ ἦτα ῥαψῳδίᾳ ποιεῖ τὸν αὐτὸν βασιλέα τοῖς τοῦ δήμου ἀρεσκόμενον καὶ λέγοντα, ὡς οἱ μὲν Ἀχαιοὶ ταῦτα «ὑποκρίνονται, ἐμοὶ δ' ἐπιανδάνει οὕτω». [Ἰστέον δὲ ὅτι τε κοινότερον τοῦ λίτω ἐνεστῶτος δι' ἑνὸς ταῦ γραφομένου τὸ λίσσομαι καὶ τὰ ἐξ αὐτοῦ ἀναγκαίως διὰ δύο σ γράφονται καὶ ὅτι τὸ ἑλίσσετο ἐβιάσαντό τινες δασῦναι, ἵνα ᾖ, ὡς ἐστρέφετο εἰς πάντας δυσωπητικῶς.] (v. 16) Ὅτι ἐν τῷ «Ἀτρείδα δύω κοσμήτορε λαῶν» δοκεῖ παρέλκειν τὸ δύω. πάντως γὰρ ὁ ἀκούσας «Ἀτρείδα κοσμήτορε λαῶν» δύο νοεῖ, εἰ καὶ μὴ ῥητῶς τὸ δύο πρόσκειται. τοιοῦτον καὶ τὸ «δύο δοῦρε» καὶ ἕτερα. καλοῦσι δὲ καὶ τοῦτο ἀδολεσχίαν οἱ σοφοί, ὅτε δηλαδὴ τὸ ἀπό τινος νοούμενον λέξεως προστεθείη ἐκ περισσοῦ ἐκφωνηθὲν καὶ οὕτω διττολογηθῇ. τοιοῦτον καὶ τὸ «Πριαμίδην νόθον υἱόν». καὶ γὰρ καὶ ἐνταῦθα, ἐπειδὴ τὸ εἰπεῖν Πριαμίδην τὸν υἱὸν δηλοῖ τοῦ Πριάμου, παρελκόντως κεῖται τὸ «νόθον υἱόν» καὶ ἀδολεσχία τις εἶναι καὶ αὐτὸ δοκεῖ· λέγει γὰρ Πριάμου υἱὸν νόθον υἱόν. ὅμοιον καὶ παρὰ τῷ Κωμικῷ τὸ «διὰ μικρὸν ἀργυρίδιον». καὶ δίχα γὰρ τοῦ μικρόν ἀργύρου σμικρότητα δηλοῖ τὸ ἀργυρίδιον. ἔχουσι δὲ ἀπολογίαν τὰ τοιαῦτα, οὐ μόνον τὸν συνήθη τῇ ποιήσει πλεονασμόν, ἀλλὰ καὶ τὴν ἀπὸ τῆς τοιαύτης προσθήκης σαφήνειαν. καθόλου γὰρ οὐδεμίαν προσθήκην κενῶς ἀπορριπτεῖ ὁ ποιητής, ὡς καὶ ἀλλαχοῦ φανεῖται σαφέστερον. [περὶ δὲ τοῦ τοιούτου σχήματος ῥηθήσεταί τι καὶ ἐν τῇ εʹ ῥαψῳδίᾳ. οὐκ ἄδηλον δὲ οὐδ' ὅτι τὸ «δύω» τινὲς εἰς τὸ «κοσμήτορε» συνέταξαν, ἵνα ᾖ τοὺς δύο βασιλεῖς.] Κοσμήτορας δὲ πολλαχοῦ