Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.413
Not analysed yet
οἱ Ἐπίγονοι τῶν Ἑπτὰ ἐπὶ Θήβας, ὡς μετὰ ταῦτα ἱστορήσει ὁ ποιητής. δῆλον δὲ ὅτι αἱ Ὑποθῆβαι τῶν Θηβῶν εἰσι παρώνυμοι. αὐταὶ δὲ οὕτω καλοῦνται ἢ ἀπὸ Θήβης, θυγατρὸς Ἀσωποῦ, ἐντοπίου ποταμοῦ, ἢ διὰ τὸ θεῦσαι τὴν βοῦν ἤτοι δραμεῖν μέχρις ἐκεῖ, τὴν ὁδηγὸν τοῦ Κάδμου, ἣν ἐκεῖνος θύσας τὴν πόλιν Θήβην ἐκάλεσεν ἀπὸ τῆς θεύσεως ἤτοι τοῦ δρόμου τῆς βοός· ἀφ' ἧς καὶ ἡ Βοιωτία κατά τινας ὠνόμασται. ὡδήγησε δὲ ἡ τοιαύτη βοῦς τὸν Κάδμον κατὰ τὸν Πυθοῖ χρησμόν, ὅτε κατὰ ζήτησιν Εὐρώπης τῆς ἀδελφῆς αὐτὸς πλανώμενος ἧκεν εἰς Δελφοὺς ἐρησόμενος, ποῦ ποτε ἂν εὕρῃ τὴν ζητουμένην· καὶ πρὸς ὃ μὲν ἤρετο, ἤκουσεν οὐδέν· χρῆσθαι δὲ ὁδηγῷ παρηγγέλθη τῷ πρώτῳ παρατυχόντι ἢ αὐτὸ δὴ τοῦτο, βοΐ, καὶ πόλιν κτίσαι, ἔνθα ἡ βοῦς εἰς τὰ δεξιὰ πέσῃ καμοῦσα. καὶ τοίνυν εἵπετο συντυχὼν ταύτῃ πορευομένῃ. ἡ δὲ ἀνεκλίθη ἔνθα αἱ Θῆβαι αὗται. Τῷ δὲ Γεωγράφῳ ἐντυχών τις τάδε εἴσεται. Ὑποθήβας τινὲς πολείδιόν τί φασιν, οἱ δὲ τὰς Ποτνίας· τὰς γὰρ Θήβας ἐκλελεῖφθαι διὰ τὴν τῶν Ἐπιγόνων στρατείαν καὶ μὴ μετασχεῖν τοῦ Τρωϊκοῦ πολέμου· οἱ δὲ μετασχεῖν μὲν λέγουσιν, οἰκεῖν δὲ ἐν τοῖς ἐπιπέδοις χωρίοις ἀδυνατοῦντας κτίσαι τὴν Καδμείαν, ὅ ἐστιν αὐτὰς τὰς Θήβας. ὅθεν ὑπὸ Θήβας εἰπεῖν τὸν ποιητήν, ἤγουν ὑπὸ τῇ Καδμείᾳ, οἰκεῖν τοὺς τότε Θηβαίους. Καὶ ὅρα τὸ ὑπὸ Θήβας ἤγουν ὑπὸ τῇ Καδμείᾳ. διχῶς γὰρ συνέταξεν ὁ ῥήτωρ τὴν ὑπό πρόθεσιν, ἤγουν μετὰ αἰτιατικῆς καὶ δοτικῆς. πολλαχοῦ δὲ οὕτω γίνεται. καὶ σημείωσαι, ὅτι οὐ μόνον ὑφὲν ἀναγνωστέον τὰς Ὑποθήβας, ἀλλὰ καὶ ἐν δυσὶ μέρεσι λόγου, ἵνα ᾖ ὑπὸ τὰς Θήβας. (v. 506) Ὀγχηστὸς δὲ ἄλσος ἐν τῇ Ἁλιαρτίων χώρᾳ ἱδρυθὲν ὑπὸ Ὀγχηστοῦ, παιδὸς Βοιωτοῦ, ὅς, φασίν, ἐν τῷ τόπῳ πρῶτος Ποσειδῶνος ἱδρύσατο ἱερόν. ἔστι δὲ καὶ πόλις μεγάλη κατά τινας. καὶ ποταμὸς δὲ ὁμώνυμος ταύτῃ Θετταλικός, ὡς ὁ τὰ Ἐθνικὰ γράψας φησίν. ἱέρωται δὲ Ποσειδῶνι τὸ ῥηθὲν ἄλσος· διὸ καὶ «ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος» ὁ ποιητὴς αὐτὸ καλεῖ. περὶ δὲ τῆς λέξεως τοῦ Ποσειδηΐου καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. ζητητέον δέ, εἰ τὸ ταύτης ἁπλοῦν ἢ προπαροξύνεται, ἵνα ᾖ, ὥσπερ Ἡράκλειον καὶ Ἀπολλώνειον, οὕτω καὶ Ποσείδειον, ἢ προπερισπᾶται, λεγόμενον Ποσειδεῖον κατὰ τὸ Θησεῖον καὶ Ἰσεῖον καὶ Ἀσκληπιεῖον καὶ τὰ τοιαῦτα. ὁ δὲ Στράβων φησὶ καὶ ταῦτα· «Ὀγχηστὸς ἐν ὕψει κείμενος, ψιλός, ἔχων Ποσειδῶνος ἱερόν, ψιλὸν καὶ αὐτό, οἱ δὲ ποιηταὶ κοσμοῦσιν ἄλση καλοῦντες τὰ ἱερὰ πάντα, κἂν ᾖ ψιλά». καὶ φέρει