Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.414
Not analysed yet
Πινδάρου χρῆσιν εἰς τοῦτο. συνήγετο δέ, φησί, τὸ Ἀμφικτυονικὸν εἰς Ὀγχηστόν. τί δὲ τὸ Ἀμφικτυονικόν, οὐ νῦν εὔκαιρον εἰπεῖν, ἀλλ' ἢ μόνον εἰς τοσοῦτον, ὅτι σύνταγμά τι ἦν πλήθους ἐκδικοῦν τὰ ἱερά. (v. 507) Ἡ δὲ Ἄρνη ὁμώνυμός ἐστι τῇ ἡρωΐδι. αὐτὴ δὲ ἀπὸ περιουσιασμοῦ ἀρνῶν ἔοικεν ὑπὸ τοῦ πατρὸς Ἄρνη κληθῆναι, καθὰ καὶ αὐτὴ παῖδα ὑπὸ τῷ Ποσειδῶνι τεκοῦσα Βοιωτὸν ἐκ τῶν βοῶν ἐκάλεσε. φησὶ γοῦν Εὐφορίων· «Βοιωτὸν δ' ὀνόμηνε. τὸ γὰρ καλέσαντο νομῆες, ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις». ὡς οὖν ὁ υἱὸς αὐτῆς ἐκλήθη Βοιωτὸς ἐκ τῶν βοῶν, οὕτω καὶ αὐτή, ὡς εἰκός, Ἄρνη ἐκ παρωνυμίας ἀρνῶν, ζῴου φιλουμένου τοῖς παλαιοῖς, ἐξ οὗ καὶ τὸ ἄρνυσθαι ἐπὶ ἀντικαταλλαγῆς καὶ ὁ πολύαρνος Θυέστης. τέσσαρες δὲ Ἄρναι ἀριθμοῦνται τοῖς παλαιοῖς, ἐν αἷς καὶ Θετταλικὴ ἄποικος τῆς Βοιωτίας, περὶ ἧς ἐχρήσθη οὕτως· «Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα». τὰ δὲ Σχόλια γράφουσι καί, ὅτι Ἄρνη νῦν Χαιρωνείας καὶ ὅτι ἦν καὶ Τάρνη τις πόλις Ἀχαΐας. ἡ δὲ παρ' ἑτέροις Λεοντάρνη κώμη καὶ αὐτὴ περὶ τὸν Ἑλικῶνα ἢ κρήνη κληθεῖσα οὕτω, διότι Ἀδράστου θύοντος, φασίν, ἐκεῖ λέων τὸν ἄρνα ἥρπασε. τὴν δὲ παρ' Ὁμήρῳ Ἄρνην ταύτην Ζηνόδοτος Ἄσκρην γράφει. οὐ δύναται δέ, φασί, πολυστάφυλος ἡ Ἄσκρη λέγεσθαι· ἀξιοπιστότερος γὰρ αὐτὸς Ἡσίοδος λέγων «Ἄσκρη χεῖμα κακή, θέρος ἀργαλέη, οὔποτ' ἐσθλή», ὥστε οὐδὲ πολύκαρπος ἡ τοιαύτη λέγοιτο ἄν, περὶ ἧς, φασίν, Εὔδοξος πολὺ χείρονα Ἡσιόδου εἶπε. τοὺς δὲ γράψαντας Τάρνην ἀντὶ Ἄρνης αἰτιῶνται οἱ παλαιοί· Λυδῶν γάρ, φασίν, ἡ Τάρνη, ὅθεν ἦν Φαῖστος υἱὸς Βώρου, ὃν ἐν Ἰλιάδι ἀναιρεῖ Ἰδομενεύς. Ἡ δὲ μνημονευθεῖσα Χαιρώνεια πλησίον ἦν Ὀρχομενοῦ, περὶ οὗ ῥηθήσεται, ὅπου, φασί, Φίλιππος μεγάλῃ μάχῃ νικήσας Ἀθηναίους καὶ Βοιωτοὺς καὶ Κορινθίους κατέστη τῆς Ἑλλάδος κύριος. φασὶ δὲ καὶ τὴν Ὁμηρικὴν ταύτην Ἄρνην ὑπὸ τῆς Κωπαΐδος λίμνης καταποθῆναι καὶ τὴν Μίδειαν. Μίδεια δὲ οὐ μόνον αὕτη, ἀλλὰ καὶ Ἀργεία, ἡ καὶ πόλις Περσέως, κληθεῖσα οὕτως ἀπὸ Μιδείας, θυγατρὸς Ἀλωέως, λεγομένη καὶ Μίδεα χωρὶς τοῦ ι, ὅθεν καὶ Μιδεᾶτις Ἀλκμήνη. φασὶ δέ, ὅτι ἡ μὲν Βοιωτικὴ Μίδεα λέγεται προπαροξυτόνως, ὡς πρόνοια, ἡ δὲ περὶ Τίρυνθα