Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.415
Not analysed yet
Μιδέα, ὡς Τεγέα. (v. 508) Νῖσα δέ ἐστι μὲν καὶ Μεγαρική· ἡ δὲ ἐν Βοιωτοῖς Διονύσου ἱερὸν εἶχεν ἐπιφανές. ἔστι δὲ παρώνυμος Νίσῳ τινὶ ἥρωϊ. ἡ δὲ Μεγαρικὴ καὶ Νισαία ἐλέγετο τῆς Μεγαρίδος οὖσα ἐπίνειον, ἀπὸ Νίσου κληθεῖσα υἱοῦ Πανδίονος. μνήμη δὲ αὐτῆς ἔσται μετ' ὀλίγα ἐν τῷ περὶ Σαλαμῖνος λόγῳ. οἱ δὲ μεθ' Ὅμηρόν φασιν, ὅτι Νῖσα οὐδαμοῦ φαίνεται Βοιωτίας. διὸ καὶ γράφουσί τινες «Ἶσόν τε ζαθέην Ἀνθηδόνα τε», ὡς τῆς Ἴσου εὑρισκομένης· τινὲς δέ «Κρεῦσάν τε ζαθέην», τὴν νῦν Κρέουσαν, ἐπίνειον Θεσπιέων πρὸς τῷ Κρισσαίῳ κόλπῳ· ἄλλοι «Νῦσάν τε ζαθέην»—κώμη δέ ἐστιν Ἑλικῶνος ἡ τοιαύτη Νῦσα—ἕτεροι δὲ ἀντὶ τοῦ «Νῖσάν τε ζαθέην» ἔγραψαν «Φηράς τε ζαθέας» εἰπόντες, ὅτι τετρακωμία περὶ Τάναγραν· Ἐλεών, Ἅρμα, Μυκαλησσός, Φηραί, ἃς δὴ Φηρὰς ἀντὶ τῆς Νίσης ἔθεντο. ὅτι δὲ οὔτε ἐκ ταύτης οὔτε ἐκ τῆς Μεγαρίδος Νισαίας οἱ Νισαῖοι ἵπποι λέγονται, ἐν τοῖς ἑξῆς ῥηθήσεται. τῆς δὲ ῥηθείσης Ἴσου ἡ ἄρχουσα ἐκτείνεται, φασί, ποιητικῶς, συστέλλει δὲ αὐτὴν ὁ καλούμενος Ἴσος, τόπος ἐκεῖ ἱεροπρεπής. Ἡ δὲ Ἀνθηδὼν καλεῖται μὲν οὕτω διὰ τὸ αὐτῆς ἀνθηρὸν ἢ ἀπὸ Ἀνθηδόνος ἢ Ἀνθίου, ἀπογόνου Ποσειδῶνος. συνῴκισαν δὲ αὐτὴν Θρᾷκες· διὸ καὶ Λυκόφρων Θρηϊκίην Ἀνθηδόνα φησίν. ἐκ ταύτης Γλαῦκος, θαλάσσιος δαίμων κατὰ τὸν μῦθον, ὃς ἰχθὺν εἰς γῆν ἔκθετον ἰδὼν λειπόμενον τοῦ ζῆν καί τινος βοτάνης ψαύσαντα καὶ ἀναζωπυρηθέντα εἰς ὅπερ ἦν καὶ τῆς θαλάσσης αὖθις γενόμενον μιμεῖται καὶ τῆς αὐτῆς πόας ἐμφαγὼν καθάλλεται εἰς θάλασσαν καὶ εἰς κῆτος μεταβαλὼν ἀπαθανατίζεταί, φασίν. ἁλιέων δὲ ἦν ἄριστος καὶ νήξασθαι δεινότατος καὶ ἐμβραδῦναι τῷ βυθῷ καθὰ καί τινι χέρσῳ εὔπνους. καὶ ταῦτα τὸν περὶ αὐτοῦ μῦθον πλασθῆναι πιθανῶς ἐχορήγησαν· [Παρὰ δὲ τοῖς παλαιοῖς γένος τοῦ Γλαύκου τούτου ποιεῖται τοιόνδε· «Ἀνθηδών νύ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης ἀντίον Εὐβοίης. ἔνθεν ἐγὼ γένος εἰμί· πατὴρ δέ με γείνατο Κωπεύς». ναυτικὸς δέ, φασί, καὶ κολυμβητὴς ἀγαθὸς γενόμενος πόντιος ἐκαλεῖτο, Σύμης ἐραστής, ᾗ ὁμώνυμος ἡ ἐν Καρίᾳ νῆσος Σύμη. ᾄδεται δὲ καὶ τῆς Ἀργοῦς δημιουργὸς γενέσθαι καὶ κυβερνῶν αὐτήν, ὅτε Ἰάσων Τυρρηνοῖς ἐμάχετο, μόνος αὐτὸς ἄτρωτος ἐν τῇ ναυμαχίᾳ μεῖναι. τὴν δὲ βοτάνην, ἣν φαγὼν ἄτρωτος ἢ καὶ ἀθάνατος ἐλέχθη γενέσθαι, ἄγρωστιν εἶπεν ὁ γράψας τὸ «καὶ θεῶν ἄγρωστιν εὗρες, ἣν