Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.416
Not analysed yet
Κρόνος κατέσπειρε». μαθεῖν δὲ αὐτὴν λέγεται κατὰ μέν τινας ὑπὸ ἰχθύος, κατὰ δὲ ἄλλους ὑπὸ λαγὼ τεθηραμένου, ὃν λειποθυμοῦντα ἐκ διώξεως ἀπαχθῆναι ὑπό τινι κρήνῃ καὶ πόᾳ παρακειμένῃ ἀπομάσσειν τὸ ζῷον ἤδη ψυχόμενον· ὡς δὲ ἀνεζωπύρησεν ὁ λαγὼς τῇ βοτάνῃ, ἐπιγνούς, φασίν, ὁ Γλαῦκος αὐτῆς τὴν δύναμιν ἐνέφαγε καὶ οὕτως ἔνθεος γενόμενος εἰς θάλασσαν ἑαυτὸν ἐξέρριψε καὶ τὸ ἐντεῦθεν λαβὰς ἐνδέδωκε τῷ μύθῳ ἀοίδιμον θέσθαι αὐτόν. καὶ τοιαῦτα μὲν καὶ ταῦτα περὶ τοῦ Ἀνθηδονίου Γλαύκου.] Ἀνηγορεύθη δέ, φασί, Νίκων παγκρατιαστὴς Ἀνθηδόνιος. καὶ Λεωνίδας δὲ ζωγράφος Ἀνθηδόνιος ἦν, μαθητὴς Εὐφράνορος. κεῖται δὲ παρὰ τὸν Εὔριπον ἡ Ἀνθηδών, περὶ ἧς καὶ οὕτω γράφεται· «Ἀνθηδὼν πόλις, λιμένα ἔχουσα, ἐσχάτη τῆς Βοιωτικῆς παραλίας τῆς πρὸς Εὐβοίᾳ». (v. 512—6) Ὅτι τριάκοντα νῆες ἦσαν «Ἀσκαλάφῳ καὶ Ἰαλμένῳ, οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζείδαο», ἤγουν υἱοῦ Ἀζέως, ἀνδρὸς οὕτω καλουμένου, «παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα, Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ». καὶ σημείωσαι, ὅτι παρθένιοι ἦσαν υἱοὶ τῇ Ἀστυόχῃ Ἀσκάλαφος καὶ Ἰάλμενος. τίνες δὲ οἱ παρθένιοι, ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. (v. 515) Τὸ δέ «Ἄρηϊ κρατερῷ» ἐλλιπῶς εἴρηται. λείπει γὰρ ἡ ὑπό πρόθεσις. διὸ προϊὼν ἐντελῶς ἐπὶ τοῦ Ἀγχίσου ἐρεῖ· «ὃν ὑπ' Ἀγχίσῃ τέκεν Ἀφροδίτη». ὁμοίως καὶ ἐπὶ Πολυποίτου· «τὸν ὑπὸ Πειριθόῳ τέκεν Ἱπποδάμεια». [τὸ δέ «κρατερῷ» οὐ μόνον ἔπαινον δηλοῖ, ἀλλὰ καί τι σφοδρότητος. πολλαχοῦ γὰρ τοιαύτη ἡ λέξις αὕτη ὡς καὶ ἐν τῷ «ἀπηνέα τε κρατερόν τε».] Ἰστέον δὲ ὅτι, ἐπεὶ ὕπτιον τὸ τῆς Ὁμηρικῆς Βοιωτίας βιβλίον, ἔτι δὲ καὶ γλίσχρον, οὗ μόνος οὗτος σκοπὸς ἀρχοὺς νηῶν ἐρεῖν νῆάς τε προπάσας, παρεμπλέκει καὶ μύθους καὶ ἱστορίας καὶ ἐπαίνους καὶ ἕτερα ὁ ποιητής· δι' ὧν καὶ τὸ μονοειδὲς ἐξαιρεῖ τῆς ἀφηγηματικῆς πραγματείας καὶ πλατύνει τὸ ὀλιγόϋλον καὶ τὴν ὑπτιότητα τοῦ λόγου μεταποιεῖ πρὸς γοργότητα. ἔθος δὲ αὐτῷ ἢ οὕτως ἄρχεσθαι ἐπὶ ἑκάστων, ὡς ἐξ ἀρχῆς εἶπε. «Βοιωτῶν μὲν ἦρχεν» ὁ δεῖνα καὶ δεῖνα, «οἵ», τουτέστιν οἱ Βοιωτοί, «τάσδε τὰς πόλεις ἐνέμοντο»· ἢ οὕτως· ὁ δεῖνα ἦγε τούσδε τινάς, οἳ εἶχον τὴν δεῖνα καὶ δεῖνα πόλιν· ἢ καὶ οὕτως οἱ δὲ τὰς δεῖνα πόλεις ἐνέμοντο, τούτων ἦρχεν ὁ δεῖνα. ὥσπερ καὶ ἐνταῦθα· «οἳ δ' Ἀσπληδόν' ἔναιον καὶ Ὀρχομενὸν Μινύειον», τούτων ἦρχον οἱ δεῖνα. (v. 514) Ὅρα δὲ ὅτι τὸ ὑπερῷον προσγεγραμμένον ἔχει τὸ ι, ὅπερ καὶ ἐνταῦθα