Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.417
Not analysed yet
στιχθὲν ἐκπεφώνηται, ὥσπερ καὶ λῷον καὶ λώϊον, τὸ κρεῖττον. δηλοῖ δέ, φασίν, ὑπερῷον τὸ δίστεγον. τοιούτους δὲ θαλάμους, ὑπερῴους δηλαδή, ταῖς παρθένοις οἱ ἀρχαῖοι ἐποίουν ὑπὲρ τοῦ δυσεντεύκτους αὐτὰς εἶναι. (v. 511) Ἡ δὲ Ἀσπληδὼν γράφεται παρ' ἑτέροις καὶ χωρὶς τοῦ α. ἐκλήθη δὲ ἀπὸ Ἀσπληδόνος, υἱοῦ Ποσειδῶνος ἢ Πρέσβωνος ἢ Ὀρχομενοῦ. Ὀρχομενοῦ γάρ, φασίν, υἱοί «Ἀσπληδών, Κλύμενός τε καὶ Ἀμφίδοκος θεοειδής». ἔστι δὲ καὶ Φωκική, φασίν, Ἀσπληδών. ἐν δὲ τοῖς τοῦ Γεωγράφου καὶ ταῦτα φέρεται· Ἀσπληδὼν καὶ δίχα τῆς πρώτης συλλαβῆς· μετωνομάσθη δὲ Εὐδείελος καὶ αὐτὴ καὶ ἡ χώρα, ἰδίωμά τι τάχα προσφερομένη ἐκ τοῦ δειλινοῦ κλίματος, οἰκεῖον τοῖς κατοικοῦσι καὶ μάλιστα τὸ εὐχείμερον. ψυχρότατα μὲν γὰρ χειμῶνος τὰ ἄκρα τῆς ἡμέρας. τούτων δὲ τὸ δειλινὸν τοῦ ἑωθινοῦ ψυχρότερον. εἰς ἐπίτασιν γὰρ ἄγει πλησιάζον τῇ νυκτί. ἴαμα δὲ ψύχους ἥλιος. τὸ οὖν ἡλιαζόμενον πλεῖστον ἐν ψυχροτάτῳ καιρῷ εὐχειμερώτατον, ὥστε κατὰ τοῦτον τὸν τοῦ σοφοῦ λόγον εὐδείελος ἡ ἐν καιρῷ χειμῶνος εὖ ἔχουσα τοῦ πρὸς δείλην καταστήματος διὰ τὸ εὐφυὲς τῆς τοῦ τόπου θέσεως. ὅτι δὲ ὁ νῦν παρ' Ὁμήρῳ Ὀρχομενός, ἡ ῥηθεῖσα πόλις, ἀνωτέρω εὐδαίμων ἦν καὶ πλουσία, δηλώσει που ἐν τοῖς ἑξῆς διὰ τοῦ Ἀχιλλέως ὁ ποιητής, ὃς καὶ περὶ Ἀρκαδικοῦ Ὀρχομενοῦ μετ' ὀλίγα ἐρεῖ. ἔστι δὲ καὶ Θετταλικὸς Ὀρχομενός, οὗ καὶ αὐτοῦ σῴζεται μέχρι καὶ νῦν ἡ κλῆσις. καὶ Μακεδονικὸν δέ φασιν εἶναι Ὀρχομενὸν καὶ Καρύστιον. ὁ Βοιώτιος δὲ τῷ τοῦ Διὸς Ὀρχομενῷ ἐπωνόμασται. ταύτης πολίτης Ἐργῖνος, Κλυμένου παῖς, ὃς δασμὸν Θηβαίοις ἐπέθηκεν, ὃν καὶ ἔφερον ἄχρις οὗ Ἡρακλῆς αὐτοὺς ἠλευθέρωσε φονεύσας Ἐργῖνον τὸν Ἀσκαλάφου καὶ Ἰαλμένου πρόγονον. Ἐργίνου γὰρ Ἀζεὺς ὁ προρρηθείς, οὗ Ἄκτωρ, οὗ Ἀστυόχη, ἧς καὶ Ἄρεος Ἀσκάλαφος καὶ Ἰάλμενος. Ἰστέον δὲ ὅτι ὁ Βοιώτιος Ὀρχομενὸς καὶ ὁ Ἀρκαδικὸς τοῖς ἐπιθέτοις διαστέλλονται. ὁ μὲν γὰρ Ἀρκαδικὸς πολύμηλος, ὡς μετ' ὀλίγον εἰσόμεθα· ὁ δὲ Βοιώτιος Μινύειος, ἐπειδὴ Μινύας ποταμὸς αὐτὸν παραρρέει, ἢ ὅτι γένος λαμπρόν, οἱ Μινύαι, ἀπό τινος Μινύου βασιλέως κληθέν, ἐν αὐτῷ ποτε ἤνθησαν. ὁ Γεωγράφος δὲ οὐ μόνον πλουσίους, ἀλλὰ καὶ μάλα δυνατοὺς τοὺς Βοιωτίους Ὀρχομενίους δείκνυσι λέγων καί, ὅτι Ἐτεοκλῆς, Ὀρχομενοῦ βασιλεύς, Χαρίτων ἱερὸν πρῶτος ἱδρύσατο. καὶ ὅτι Μινύαι τινὲς