Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.418
Not analysed yet
Ὀρχομένιοι ἀπῴκησαν εἰς Ἰωλκόν, ὅθεν καὶ οἱ Ἀργοναῦται Μινύαι παρὰ Λυκόφρονι. ὁ αὐτὸς δὲ ἱστορεῖ καί, ὅτι Ὀρχομενὸς πρότερον ᾠκεῖτο ἐπὶ πεδίῳ, ἐπιπολαζόντων δὲ τῶν ὑδάτων ἀνῳκίσθησαν πρὸς τὸ Ἀκόντιον ὄρος. καὶ ὅτι οἱ ἐν τῷ Πόντῳ Ἀχαιοί, οἳ καὶ παρὰ τῷ Περιηγητῇ, Ὀρχομενίων ἄποικοι πλανηθέντων ἐκεῖ σὺν Ἰαλμένῳ τῷ ἀρχηγῷ μετὰ Τροίας ἅλωσιν καὶ ὅτι πλησίον τοῦ τοιούτου Ὀρχομενοῦ ἡ προρρηθεῖσα Χαιρώνεια καὶ ὅτι χωρίζει αὐτὸν ὁ ποιητὴς τοῦ Βοιωτικοῦ ἔθνους καλέσας αὐτὸν Μινύειον ἀπὸ ἔθνους Μινυῶν τῶν ἀνωτέρω ῥηθέντων καὶ ὅτι ἐκαλοῦντο καὶ οἱ περί που Λυκίαν Σόλυμοι Μινύαι ἀπό τινος Μίνωος, ὡς ἐν τῷ τῶν Λυκίων καταλόγῳ ῥηθήσεται. [Εἰ δὲ καὶ οἱ λοιποὶ Μινύαι καὶ ὁ ποταμὸς Μινύας οὕτως ἐτυμολογοῦνται, τίς ἂν εἰδείη; δόξοι δ' ἂν ὁ Μινύας παρὰ τὸ μινυόν, ὅ ἐστι μικρόν, λεχθῆναι, καθὰ καὶ ὁ Τυδεὺς ἀπὸ τοῦ τυτθόν. ὅτι δὲ Ἀττικὸν τὸ μινυὸν καὶ ὡς μέχρι νῦν ἐγχώριος Ἀθήνησιν ἡ λέξις, δῆλόν ἐστι. καὶ ὡς ἐξ αὐτοῦ τὸ μινυρίζειν γίνεται.] (v. 517—23) Ὅτι Ναυβόλου Ἴφιτος, οὗ Σχεδίος καὶ Ἐπίστροφος, ἄρχοντες Φωκήων, οἳ Κυπάρισσον ἔχον, πόλιν οὕτω καλουμένην, ἢ μάλιστα κώμην ὁμώνυμον τῷ φυτῷ, Πυθῶνά τε Κρῖσάν τε καὶ Δαυλίδα καὶ Πανοπῆα καὶ Ἀνεμώρειαν καὶ Ὑάμπολιν καὶ Λίλαιαν πηγῇς ἔπι Κηφισσοῖο, περὶ οὗ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται. ἦσαν δὲ τούτοις τεσσαράκοντα νῆες, ἃς καὶ ἔστησαν ἔμπλην, φησί, Βοιωτῶν ἐπ' ἀριστερά, ὡς καὶ ὅμοροι αὐτοῖς. (v. 526) Ἔμπλην δὲ ἢ τὸ ἐμπελαδόν ἢ τὸ χωρίς, ὡς καὶ τοῦτό φασιν οἱ παλαιοί. προάγει δὲ μετ' ἐπιθέτων τήν τε Πυθῶνα, πετρήεσσαν εἰπὼν διὰ τὸ περὶ αὐτὴν ὄρος τὸν Παρνασσόν, καὶ τὴν Κρίσσαν, ζαθέην γὰρ αὐτὴν λέγει, ἐπεὶ Δημητρεῖον, φασί, περὶ αὐτὴν ἐπιφανές, ἢ ὡς ἀνακειμένην Ἀπόλλωνι, ἐξ ἧς καὶ πεδίον Κρισσαῖον καὶ κόλπος ἐκεῖ Κρισσαῖος, ὁ δὲ αὐτὸς καὶ Κιρραῖος διὰ τὸ καὶ τὴν Κρίσσαν διπλάζουσαν κατὰ τοὺς νεωτέρους τὸ σ Κίρραν λέγεσθαι· ὡς γὰρ πυρσός πυρρός, τροπῇ τοῦ ἑνὸς σ εἰς ρ, καὶ Τυρσηνός Τυρρηνός, οὕτω καὶ ὁ Κρισσαῖος κόλπος Κιρραῖος· ἔστι δέ, ὡς καὶ ἀλλαχοῦ εἴρηται, κόλπος κατὰ τοὺς παλαιοὺς κυρίως θάλασσα ὑπὸ ἀκρωτηρίων περιεχο-